Epistula Barnabae 21.1
Καλὸν οὖν ἐστὶν μαθόντα τὰ δικαιώματα τοῦ κυρίου, ὅσα γέγραπται, ἐν τούτοις περιπατεῖν: ὁ γὰρ ταῦτα ποιῶν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ δοξασθήσεται: ὁ ἐκεῖνα ἐκλεγόμενος μετὰ τῶν ἔργων αὐτοῦ συναπολεῖται. διὰ τοῦτο ἀνάστασις. διὰ τοῦτο ἀνταπόδομα.
それゆえ、主の定め、書かれているかぎりのものを学んで、それらのうちを歩むことは善いことである。これらを行う者は神の王国において栄光を受けるからである。あれらを選ぶ者は、自分の業と共に滅びる。それゆえに復活がある。それゆえに応報がある。
Epistula Barnabae 21.2
ἐρωτῶ τοὺς ὑπερέχοντας, εἴ τινά μου γνώμης ἀγαθῆς λαμβάνετε συμβουλίαν: ἔχετε μεθ̓ ἑαυτῶν εἰς οὓς ἐργάσησθε τὸ καλόν: μὴ ἐλλείπητε,
私は、上に立つ者たちに願う。私の善き思いから出た勧めを何か受け入れてくれるなら、諸君のもとに、善いことを行ってやるべき相手を持て。怠るな。
Epistula Barnabae 21.3
ἐγγὺς ἡ ἡμέρα ἐν ᾗ συναπολεῖται πάντα τῷ πονηρῷ: ἐγγὺς ὁ κύριος καὶ ὁ μισθὸς αὐτοῦ.
すべてが悪しき者と共に滅びる日は近い。主は近く、その報いも近い。
Epistula Barnabae 21.4
ἔτι καὶ ἔτι ἐρωτῶ ὑμᾶς: ἑαυτῶν γίνεσθε νομοθέται ἀγαθοί, ἑαυτῶν μένετε σύμβουλοι πιστοί, ἄρατε ἐξ ὑμῶν πᾶσαν ὑπόκρισιν.
なおも重ねて、諸君に願う。自らの善き立法者となれ。自らの信実な助言者であり続けよ。諸君のうちからあらゆる偽善を取り除け。
Epistula Barnabae 21.5
ὁ δὲ θεός, ὁ τοῦ παντὸς κόσμου κυριεύων, δῴη ὑμῖν σοφίαν, σύνεσιν. ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν.
全世界を支配する神が、諸君に知恵、理解、学識、その定めの知識、耐え忍びを与えてくださるように。
Epistula Barnabae 21.6
γίνεσθε δὲ θεοδίδακτοι, ἐκζητοῦντες τί ζητεῖ κύριος ἀφ̓ ὑμῶν, καὶ ποιεῖτε ἵνα εὑρεθῆτε ἐν ἡμέρᾳ κρίσεως.
神に教えられた者となれ。主が諸君に何を求めておられるかを尋ね求めながら、裁きの日に見出されるように行え。
Epistula Barnabae 21.7
εἰ δὲ τίς ἐστιν ἀγαθοῦ μνεία, μνημονεύετέ μου μελετῶντες ταῦτα, ἵνα καὶ ἡ ἐπιθυμία καὶ ἡ ἀγρυπνία εἴς τι ἀγαθὸν χωρήσῃ. ἐρωτῶ ὑμᾶς, χάριν αἰτούμενος.
もし善き記憶というものがあるなら、これらのことを心にかけながら、私を覚えていてほしい。私の欲望も目を覚ましていることも、何か善きものへと至るように。諸君に願う、恵みを求めながら。
Epistula Barnabae 21.8
ἕως ἔτι τὸ καλὸν σκεῦός ἐστιν μεθ̓ ὑμῶν, μὴ ἐλλείπητε μηδενὶ ἑαυτῶν, ἀλλὰ συνεχῶς ἐκζητεῖτε ταῦτα καὶ ἀναπληροῦτε πᾶσαν ἐντολήν: ἔστιν γὰρ ἄξια.
善き器がなお諸君と共にあるうちに、自分自身のうち何一つ怠るな。むしろ絶えずこれらのことを尋ね求め、あらゆる戒めを満たせ。それはふさわしいことだからである。
Epistula Barnabae 21.9
διὸ μᾶλλον ἐσπούδασα γράψαι ἀφ̓ ὧν ἠδυνήθην. εἰς τὸ εὐφρᾶναι ὑμᾶς. σώζεσθε, ἀγάπης τέκνα καὶ εἰρήνης. ὁ κύριος τῆς δόξης καὶ πάσης χάριτος μετὰ τοῦ πνεύματος ὑμῶν. Ἐπιστολὴ Βαρνάβα
それゆえ私は、自分にできる限りのことから、なおのこと書くことに努めた、諸君を喜ばせるために。愛と平和の子らよ、救われよ。栄光と全き恵みの主が、諸君の霊と共にあるように。『バルナバの手紙』