作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Barnabae

Caput IV 第IV章

Anonymous · Epistula Barnabae · 14 sectiones

Epistula Barnabae 4.1

1

Δεῖ οὖν ἡμᾶς περὶ τῶν ἐνεστώτων ἐπιπολὺ ἐραυνῶντας ἐκζητεῖν τὰ δυνάμενα ἡμᾶς σώζειν. φύγωμεν οὑν τελείως ἀπὸ πάντων τῶν ἔργων τῆς ἀνομίας, μήποτε καταλάβῃ ἡμᾶς τὰ ἔργα τῆς ἀνομίας: καὶ μισήσωμεν τὴν πλάνην τοῦ νῦν καιροῦ, ἵνα εἰς τὸν μέλλοντα ἀγαπηθῶμεν.

それゆえ我々は、現にあることどもについて多く探り調べ、我々を救いうるものを尋ね求めねばならない。それゆえ我々は、不法の業のすべてから完全に逃れよう。不法の業が我々を捕えることのないように。そして今の時の惑わしを憎もう。来たるべき時において愛されるためである。

Epistula Barnabae 4.2

2

μὴ δῶμεν τῇ ἑαυτῶν ψυχῇ ἄνεσιν, ὥστε ἔχειν αὐτὴν ἐξουσίαν μετὰ ἁμαρτωλῶν καὶ πονηρῶν συντρέχειν, μήποτε ὁμοιωθῶμεν αὐτοῖς.

我々は自らの魂に弛みを与えてはならない。それが、罪人や悪しき者どもと共に走る権能を持つほどにしてはならない。彼らと同じようにならぬためである。

Epistula Barnabae 4.3

3

τὸ τέλειον σκάνδαλον ἤγγικεν, περὶ οὖ γέγραπται, ὡς Ἐνὼχ λέγει. Εἰς τοῦτο γὰρ ὁ δεσπότης συντέτμηκεν τοὺς καιροὺς καὶ τὰς ἡμέρας, ἵνα ταχύνῃ ὁ ἠγαπημένος αὐτοῦ καὶ ἐπὶ τὴν κληρονομίαν ἥξῃ,

完全なるつまずきが近づいた。それについては、エノクが言うとおりに書かれている。すなわち主宰者は、この事のために時と日とを縮められた。彼の愛する者が急ぎ、相続へと至るためである。

Epistula Barnabae 4.4

4

λέγει δὲ οὕτως καὶ ὁ προφήτης: Βασιλεῖαι δέκα ἐπὶ τῆς γῆς βασιλεύσουσιν, καὶ ἐξαναστήσεται ὄπισθεν μικρὸς βασιλεύς, ὃς ταπεινώσει τρεῖς ὑφ̓ ἓν τῶν βασιλέων.

預言者もまたこう言う。十の王国が地上を治め、その後に一人の小さな王が起こって、王たちのうち三人を一挙に低くするであろう。

Epistula Barnabae 4.5

5

ὁμοίως περὶ τοῦ αὐτοῦ λέγει Δανιήλ: Καὶ εἶδον τὸ τέταρτον θηρίον τὸ πονηρὸν καὶ ἰσχυρὸν καὶ χαλεπώτερον παρὰ πάντα τὰ θηρία τῆς θαλάσσης, καὶ ὡς ἐξ αὐτοῦ ἀνέτειλεν δέκα κέρατα, καὶ ἐξ αὐτῶν μικρὸν κέρας παραφυάδιον, καὶ ὡς ἐταπείνωσεν ὑφ̓ ἓν τρία τῶν μεγάλων κεράτων.

同じことについて、ダニエルも同様にこう言う。わたしは第四の獣を見た。それは悪しく、強く、海のあらゆる獣にもまして荒々しいものであった。そしてそれから十の角が生え出るのを見た。さらにそれらから小さな一つの角が若枝のように生え出て、大いなる角のうち三つを一挙に低くするのを見た。

Epistula Barnabae 4.6

6

συνιέναι οὖν ὀφείλετε. ἔτι δὲ καὶ τοῦτο ἐρωτῶ ὑμᾶς ὡς εἶς ἐξ ὑμῶν ὤν, ἰδίως δὲ καὶ πάντας ἀγαπῶν ὑπὲρ τὴν ψυχήν μου, προσέχειν νῦν ἑαυτοῖς καὶ μὴ ὁμοιοῦσθαί τισιν ἐπισωρεύοντας ταῖς ἁμαρτίαις ὑμῶν λέγοντας, ὅτι ἡ διαθήκη ἐκείνων καὶ ἡμῶν.

それゆえ諸君は理解しなければならない。さらに私は、諸君のうちの一人として、また格別にすべての者を我が魂にも増して愛する者として、諸君に願う。今、自らに心せよ、そして、諸君の罪の上に積み重ね、契約はあの者たちのものであり、また我々のものでもあると言って、ある者どもに似た者となってはならない。

Epistula Barnabae 4.7

7

ἡμῶν μέν: ἀλλ’ ἐκεῖνοι οὕτως εἰς τέλος ἀπώλεσαν αὐτὴν λαβόντος ἤδη τοῦ Μωϋσέως. λέγει γὰρ ἡ γραφή: Καὶ ἦν Μωϋσῆς ἐν τῷ ὄρει νηστεύων ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, καὶ ἔλαβεν τὴν διαθήκην ἀπὸ τοῦ κυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τῆς χειρὸς τοῦ κυρίου.

我々のものである。しかし彼らは、モーセがすでにこれを受け取っていたにもかかわらず、ついに完全にこれを失った。聖書はこう言うからである。モーセは山にあって、四十日四十夜、断食していた。そして彼は主から契約を受け取った、主の手の指で書かれた石の板を。

Epistula Barnabae 4.8

8

ἀλλὰ ἐπιστραφέντες ἐπὶ τὰ εἴδωλα ἀπώλεσαν αὐτήν. λέγει γὰρ οὕτως κύριος. Μωϋσῆ Μωϋσῆ, κατάβηθι τὸ τάχος, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, καὶ συνῆκεν Μωϋσῆς καὶ ἔριψεν τὰς δύο πλάκας ἐκ τῶν χειρῶν αὐτοῦ: καὶ συνετρίβη αὐτῶν ἡ διαθήκη, ἵνα ἡ τοῦ ἠγαπημένου Ἰησοῦ ἐγκατασφραγισθῇ εἰς τὴν καρδίαν ἡμῶν ἐν ἐλπίδι τῆς πίστεως αὐτοῦ.

だが彼らは偶像に立ち返って、これを失った。主はこう言われるからである。モーセよ、モーセよ、急いで下れ。お前がエジプトの地から導き出したお前の民は、不法を行ったからである。そしてモーセは悟り、二枚の板を自らの手から投げ捨てた。かくして彼らの契約は打ち砕かれた。愛する者イエスの契約が、彼の信仰の望みのうちに、我々の心に証印として刻まれるためであった。

Epistula Barnabae 4.9

9

πολλὰ δὲ θέλων γράφειν, οὐχ ὡς διδάσκαλος, ἀλλ’ ὡς πρέπει ἀγαπῶντι ἀφ̓ ὧν ἔχομεν μὴ ἐλλείπειν, γράφειν ἐσπούδασα, περίψημα ὑμῶν. διὸ προσέχωμεν ἐν ταῖς ἐσχάταις ἡμέραις: οὐδὲν γὰρ ὠφελήσει ἡμᾶς ὁ πᾶς χρόνος τῆς πίστεως ἡμῶν, ἐὰν μὴ νῦν ἐν τῷ ἀνόμῳ καιρῷ καὶ τοῖς μέλλουσιν σκανδάλοις, ὡς πρέπει υἱοῖς θεοῦ, ἀντιστῶμεν, ἵνα μὴ σχῇ παρείσδυσιν ὁ μέλας.

多くのことを書きたいと願いながらも、教師としてではなく、愛する者にふさわしいあり方で、我々が持つところから欠けることのないよう、諸君の塵芥である私は、書くことに努めた。それゆえ我々は、終わりの日々にあって心せねばならない。もし我々が今、この不法の時と、来たるべきつまずきどもとに対して、神の子らにふさわしく、黒き者が忍び入ることのないように抗うのでなければ、我々の信仰のすべての時も、我々に何の益ももたらさないであろう。

Epistula Barnabae 4.10

10

φύγωμεν ἀπὸ πάσης ματαιότητος, μισήσωμεν τελείως τὰ ἔργα τῆς πονηρᾶς ὁδοῦ. μὴ καθ̓ ἑαυτοὺς ἐνδύνοντες μονάζετε ὡς ἤδη δεδικαιωμένοι, ἀλλ’ ἐπὶ τὸ αὐτὸ συνερχόμενοι συνζητεῖτε περὶ τοῦ κοινῇ συμφέροντος.

あらゆる空しさから逃れよう。悪しき道の業を完全に憎もう。おのおの己のうちに閉じこもり、すでに義とされた者であるかのように独り離れて過ごしてはならない。むしろ共に同じところに集まって、共通の益について共に問い求めよ。

Epistula Barnabae 4.11

11

λέγει γὰρ ἡ γραφή: Οὐαὶ οἱ συνετοὶ ἑαυτοῖς καὶ ἐνώπιαν ἑαυτῶν ἐπιστήμονες. γενώμεθα πνευματικοί, γενώμεθα ναὸς τέλειος τῷ θεῷ. ἐφ̓ ὅσον ἐστὶν ἐν ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν.

聖書はこう言うからである。禍いなるかな、自らにおいて理解ある者どもよ、そして自らの前において学識ある者どもよ、と。我々は霊的な者となろう。我々は神のための完全な神殿となろう。我々のうちにある限り、神への畏れを深く思い、その戒めを守ることに励もう。彼の定めのうちにあって喜びを得るためである。

Epistula Barnabae 4.12

12

ὁ κύριος ἀπροσωπολήμπτως κρινεῖ τὸν κόσμον. ἕκαστος καθὼς ἐποίησεν κομιεῖται. ἐὰν ᾖ ἀγαθός, ἡ δικαιοσύνη αὐτοῦ προηγήσεται αὐτοῦ: ἐὰν ᾖ πονηρός, ὁ μισθὸς τῆς πονηρίας ἔμπροσθεν αὐτοῦ:

主は人を分け隔てなく世を裁かれる。おのおのは、自らの行ったところに応じて受け取るであろう。もし善き者であれば、その正義が彼に先立って行き、もし悪しき者であれば、悪の報いが彼の前にあるであろう。

Epistula Barnabae 4.13

13

ἵνα μήποτε ἐπαναπαύομενοι ὡς κλητοὶ ἐπικαθυπνώσωμεν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ὁ πονηρὸς ἄρχων λαβὼν τὴν καθ̓ ἡμῶν ἐξουσίαν ἀπώσηται ἡμᾶς ἀπὸ τῆς βασιλείας τοῦ κυρίου.

我々が招かれた者として安んじ、自らの罪のうえに眠り込むことのないためである。そして悪しき支配者が、我々に対する権力を得て、我々を主の王国から追い出すことのないためである。

Epistula Barnabae 4.14

14

ἔτι δὲ κἀκεῖνο, ἀδελφοί μου, νοεῖτε: ὅταν βλέπετε μετὰ τηλικαῦτα σημεῖα καὶ τέρατα γεγονότα ἐν τῷ Ἰσραήλ, καὶ οὕτως ἐγκαταλελεῖφθαι αὐτούς: προσέχωμεν, μήποτε, ὡς γέγραπται, πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοὶ εὑρεθῶμεν.

さらにまた、我が兄弟たちよ、次のことも悟れ。あれほど多くの徴と不思議な業がイスラエルのうちに行われたにもかかわらず、彼らがそのように見捨てられているのを、諸君が見るとき。我々は心せねばならない。書かれているとおり、招かれた者は多いが、選ばれた者は少ない、ということにならぬように。