作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Barnabae

Caput XV 第XV章

Anonymous · Epistula Barnabae · 9 sectiones

Epistula Barnabae 15.1

1

Ἔτι οὖν καὶ περὶ τοῦ σαββάτου γέγραπται ἐν τοῖς δέκα λόγοις, ἐν οἷς ἐλάλησεν ἐν τῷ ὄρει Σινᾶ πρὸς Μωϋσῆν κατὰ πρόσωπον: Καὶ ἁγιάσατε τὸ σάββατον κυρίου χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ.

さらに、安息日についても、十の言葉のうちに書かれている。それらのうちで、主はシナイ山でモーセに面と向かって語られた。「主の安息日を、清い手と清い心をもって聖別せよ。」

Epistula Barnabae 15.2

2

καὶ ἐν ἑτέρῳ λέγει: Ἐὰν φυλάξωσιν οἱ υἱοί μου τὸ σάββατον, τότε ἐπιθήσω τὸ ἔλεός μου ἐπ’ αὐτούς.

また別の箇所でこう言う。「もし私の息子たちが安息日を守るなら、そのとき私は彼らの上に私の憐れみを置くであろう。」

Epistula Barnabae 15.3

3

τὸ σάββατον λέγει ἐν ἀρχῇ τῆς κτίσεως: Καὶ ἐποίησεν ὁ θεὸς ἐν ἓξ ἡμέραις τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καὶ συνετέλεσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ κατέπαυσεν ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν.

安息日について、創造の初めにこう言われている。「神は六日間でご自分の手の業を成し、第七日にそれを完成し、その日に休み、それを聖別された。」

Epistula Barnabae 15.4

4

προσέχετε, τέκνα, τί λέγει τὸ συνετέλεσεν ἐν ἓξ ἡμέραις. τοῦτο λέγει, ὅτι ἐν ἑξακισχιλίοις ἔτεσιν συντελέσει κύριος τὰ σύμπαντα: ἡ γὰρ ἡμέρα παῤ αὐτῷ σημαίνει χίλια ἔτη. αὐτὸς δέ μοι μαρτυρεῖ λέγων: Ἰδού, ἡμέρα κυρίου ἔσται ὡς χίλια ἔτη. οὐκοῦν, τέκνα, ἐν ἓξ ἡμέραις, ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν συντελεσθήσεται τὰ σύμπαντα.

子らよ、『六日間で完成した』とはどういうことか、心せよ。これはこう言っているのである。主は六千年のうちにすべてのことを完成させる、と。なぜなら、彼のもとでは一日が千年を意味するからである。彼自身も私にこう証ししている。「見よ、主の一日は千年のようになるであろう。」それゆえ、子らよ、六日のうちに、すなわち六千年のうちに、すべてのことが完成させられるであろう。

Epistula Barnabae 15.5

5

Καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. τοῦτο λέγει: ὅταν ἐλθὼν ὁ υἱὸς αὐτοῦ καταργήσει τὸν καιρὸν τοῦ ἀνόμου καὶ κρινεῖ τοὺς ἀσεβεῖς καὶ ἀλλάξει τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, τότε καλῶς καταπαύσεται ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.

「そして第七日に休まれた。」これはこう言っているのである。彼の子が来て、不法な者の時を廃止し、不敬虔な者たちを裁き、太陽と月と星々を変えるとき、そのときこそ、彼は第七日にまことに休まれるのである。

Epistula Barnabae 15.6

6

πέρας γέ τοι λέγει: Ἁγιάσεις αὐτὴν χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ. εἰ οὖν ἣν ὁ θεὸς ἡμέραν ἡγίασεν νῦν τις δύναται ἁγιάσαι καθαρὸς ὢν τῇ καρδίᾳ, ἐν πᾶσιν πεπλανήμεθα.

そしてまた、こう言う。「お前は清い手と清い心をもって、それを聖別せよ。」それでは、もし神が聖別された日を、今、心において清い者が聖別することができるとするなら、我々はあらゆる点で迷っていることになる。

Epistula Barnabae 15.7

7

ἴδε ὅτι ἄρα τότε καλῶς καταπαυόμενοι ἁγιάσομεν αὐτήν, ὅτε δυνησόμεθα αὐτοὶ δικαιωθέντες καὶ ἀπολαβόντες τὴν ἐπαγγελίαν, μηκέτι οὔσης τῆς ἀνομίας, καινῶν δὲ γεγονότων πάντων ὑπὸ κυρίου: τότε δυνησόμεθα αὐτὴν ἁγιάσαι, αὐτοὶ ἁγιασθέντες πρῶτον.

見よ、それゆえ、我々がまことに休むことによってそれを聖別するのは、そのときである。すなわち、我々自身が義とされ、約束を受け、もはや不法が存在せず、すべてが主によって新しくされたときである。そのとき初めて、我々自身がまず聖別された上で、それを聖別することができるのである。

Epistula Barnabae 15.8

8

πέρας γέ τοι λέγει αὐτοῖς: Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι. ὁρᾶτε, πῶς λέγει; οὐ τὰ νῦν σάββατα ἐμοὶ δεκτά, ἀλλὰ ὃ πεποίηκα, ἐν ᾧ καταπαύσας τὰ πάντα ἀρχὴν ἡμέρας ὀγδόης ποιήσω, ὅ ἐστιν ἄλλου κόσμου ἀρχήν.

そしてまた、彼らにこう言う。「私は汝らの新月祭と安息日に堪えない。」どのように言われているか、見よ。今の安息日は私に受け入れられるものではなく、私が造ったもの、すなわち、すべてを休ませたのちに第八の日の初めを作るもの、それが受け入れられる。それは別の世界の初めである。

Epistula Barnabae 15.9

9

διὸ καὶ ἄγομεν τὴν ἡμέραν τὴν ὀγδόην εἰς εὐφροσύνην, ἐν ᾗ καὶ ὁ Ἰησοῦς ἀνέστη ἐκ νεκρῶν καὶ φανερωθεὶς ἀνέβη εἰς οὐρανούς.

それゆえ、我々は第八の日を喜びのうちに祝う。その日にイエスは死者のうちから甦り、現れて天に上られたのである。