Epistula Barnabae 3.1
Λέγει οὖν πάλιν περὶ τούτων πρὸς αὐτούς: Ἱνατί μοι νηστεύετε, λέγει κύριος, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει κύριος, οὐκ ἄνθρωπον ταπεινοῦντα τὴν ψυχὴν αὐτοῦ,
彼はこれらのことについて、彼らに向かって再びこう言われる。汝らはなぜわたしに向かって断食するのか、と主は言われる。今日のように、叫びのうちに汝らの声が聞かれるためだというのか。わたしはこの断食を選ばなかった、と主は言われる。自らの魂を低くする人間をも選ばなかった。
Epistula Barnabae 3.2
οὐδ’ ἂν κάμψητε ὡς κρίκον τὸν τράχηλον ὑμῶν καὶ σάκκον ἐνδύσησθε καὶ σποδὸν ὑποστρώσητε, οὐδ’ οὕτως καλέσετε νηστείαν δεκτήν.
たとえ汝らが首を輪のように曲げ、粗布をまとい、灰を敷いたとしても、それでもなお、汝らはこれを受け入れられる断食と呼ぶことはないであろう。
Epistula Barnabae 3.3
πρὸς ἡμᾶς δὲ λέγει: Ἰδοὺ αὕτη ἡ νηστεία, ἣν ἐγὼ ἐξελεξάμην, λέγει κύριος: λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν ἄδικον συγγραφὴν διάσπα. διάθρυπτε πεινῶσιν τὸν ἄρτον σου, καὶ γυμνὸν ἐὰν ἴδῃς περίβαλε: ἀστέγους εἴσαγε εἰς τὸν οἶκον σου, καὶ ἐὰν ἴδῃς ταπεινόν, οὐχ ὑπερόψῃ αὐτόν, οὐδὲ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου.
だが我々に向かっては、こう言われる。見よ、これがわたしの選んだ断食である、と主は言われる。すなわち、あらゆる不義の絆を解き放て。強暴な取引の結び目を解け。打ちひしがれた者を赦しのうちに送り出せ。あらゆる不義な証書を引き裂け。飢えた者にお前のパンを分け与えよ。裸の者を見たなら着せかけよ。宿無しの者を、お前の家に招き入れよ。低くされた者を見たなら、これを見下してはならない。お前の血族の者からも。
Epistula Barnabae 3.4
τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἱμάτιά σου ταχέως ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε.
その時、お前の光は暁のように現れ出て、お前の衣は速やかに昇り、正義がお前の前を行き、神の栄光がお前を包むであろう。
Epistula Barnabae 3.5
τότε βοήσεις, καὶ ὁ θεὸς ἐπακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ: Ἰδοὺ πάρειμι: ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐλεήσῃς.
その時お前が叫べば、神はお前に聞き入れ、なおもお前が語っているうちに、言われるであろう。見よ、わたしはここにいる、と。もしお前が、束縛と指さしと呟きの言葉とをお前自身から取り除き、飢えた者にお前の魂から出てパンを与え、低くされた魂を憐れむならば。
Epistula Barnabae 3.6
εἰς τοῦτο οὖν, ἀδελφοί, ὁ μακρόθυμος προβλέψας, ὡς ἐν ἀκεραιοσύνῃ πιστεύσει ὁ λαός, ὃν ἡτοίμασεν ἐν τῷ ἠγαπημένῳ αὐτοῦ, προεφανέρωσεν ἡμῖν περὶ πάντων, ἵνα μὴ προσρησσώμεθα ὡς ἐπήλυτοι τῷ ἐκείνων νόμῳ.
それゆえ、兄弟たちよ、忍耐強い方はこのことを予め見通し、その愛する者のうちに整えておかれた民が、純朴のうちに信じるであろうことを、あらゆることについて我々に予め明らかにされた。それは、我々が彼らの律法に対して外来者のように打ち当てられることのないためである。