Epistula Barnabae 20.1
Ἡ δὲ τοῦ μέλανος ὁδός ἐστιν σκολιὰ καὶ κατάρας μεστή. ὁδὸς γάρ ἐστιν θανάτου αἰωνίου μετὰ τιμωρίας, ἐν ᾖ ἐστιν τὰ ἀπολλύντα τὴν ψυχὴν αὐτῶν: εἰδωλολατρεία, θρασύτης, ὕψος δυνάμεως, ὑπόκρισις, διπλοκαρδία, μοιχεία, φόνος, ἁρπαγή, ὑπερηφανία, παράβασις, δόλος, κακία, αὐθάδεια, φαρμακεία, μαγεία, πλεονεξία, ἀφοβία θεοῦ.
他方、黒き者の道は曲がっており、呪いに満ちている。それは、罰を伴う永遠の死の道であり、そこには彼らの魂を滅ぼすものがある。すなわち、偶像礼拝、厚かましさ、権勢の高ぶり、偽善、二重の心、姦淫、殺人、強奪、高慢、違反、たばかり、悪意、強情、毒術、魔術、強欲、神への畏れの欠如。
Epistula Barnabae 20.2
διῶκται τῶν ἀγαθῶν, μισοῦντες ἀλήθειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης, οὐ κολλώμενοι ἀγαθῷ, οὐ κρίσει δικαίᾳ, χήρᾳ καὶ ὀρφανῷ οὐ προσέχοντες, ἀγρυπνοῦντες οὐκ εἰς φόβον θεοῦ, ἀλλ’ ἐπὶ τὸ πονηρόν, ὦν μακρὰν καὶ πόρρω πραΰτης καὶ ὑπομονή, ἀγαπῶντες μάταια, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεῶντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, εὐχερεῖς ἐν καταλαλιᾷ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος θεοῦ, ἀποστρεφόμενοι τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον, πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι.
善き者たちを迫害する者たち、真理を憎み、偽りを愛する者たち、正義の報いを知らない者たち、善きものにも正しい裁きにも結びつかない者たち、やもめと孤児に心を向けない者たち、神への畏れのためではなく悪しきことのために目を覚ましている者たち——彼らからは柔和と耐え忍びが遠く隔たっている——空しいものを愛し、応報を追い求める者たち、貧しい者を憐れまない者たち、虐げられている者のために心を痛めない者たち、悪口において軽々しい者たち、自分たちを造った方を知らない者たち、子らを殺す者たち、神が形づくったものを損なう者たち、乏しい者から顔を背ける者たち、苦難にある者を虐げる者たち、富める者たちの弁護人、貧しい者たちの不法な裁き手、あらゆる罪にまみれた者たち。