Epistula Barnabae 10.1
Ὅτι δὲ Μωϋσῆς εἶπεν: Οὐ φάγεσθε χοῖρον οὔτε ἀετὸν οὔτε ὀξύπτερον οὔτε κόρακα οὔτε πάντα ἰχθύν, ὃς οὐκ ἔχει λεπίδα ἐν ἑαυτῷ, τρία ἔλαβεν ἐν τῇ συνέσει δόγματα.
モーセが「汝らは豚も鷲も鷹も烏も、また自らに鱗を持たないすべての魚も食べてはならない」と言ったことについては、彼は理解のうちに三つの教説を受け取ったのである。
Epistula Barnabae 10.2
πέρας γέ τοι λέγει αὐτοῖς ἐν τῷ Δευτερονομίῳ: Καὶ διαθήσομαι πρὸς τὸν λαὸν τοῦτον τὰ δικαιώματά μου. ἄρα οὖν οὐκ ἔστιν ἐντολὴ θεοῦ τὸ μὴ τρώγειν, Μωϋσῆς δὲ ἐν πνεύματι ἐλάλησεν.
つまるところ、彼は申命記において彼らにこう言う。『私はこの民に対して私の定めを契約として立てるであろう』と。それゆえ、食べないということは神の戒めではなく、モーセが霊において語ったのである。
Epistula Barnabae 10.3
τὸ οὖν χοιρίον πρὸς τοῦτο εἶπεν: οὐ κολληθήσῃ φησίν, ἀνθρώποις τοιούτοις, οἵτινές εἰσιν ὅμοιοι χοίρων: τουτέστιν ὅταν σπαταλῶσιν, ἐπιλανθάνονται τοῦ κυρίου, ὅταν δὲ ὑστεροῦνται, ἐπιγινώσκουσιν τὸν κύριον, ὡς καὶ ὁ χοῖρος ὅταν τρώγει τὸν κύριον οὐκ οἶδεν, ὅταν δὲ πεινᾷ κραυγάζει, καὶ λαβὼν πάλιν σιωπᾷ.
それでは、豚についてはこう言われた。「お前は、豚に似たような人間たちに交わってはならない」と彼は言う。すなわち、彼らは贅沢にふける時には主を忘れ、欠乏している時には主を認める。ちょうど豚が、食べている時にはその主を知らず、飢えている時には鳴き叫び、再び食べ物を得ると黙り込むのと同じである。
Epistula Barnabae 10.4
Οὐδὲ φάγῃ τὸν ἀετὸν οὐδὲ τὸν ὀξύπτερον οὐδὲ τὸν ἰκτῖνα οὐδὲ τὸν κόρακα: οὐ μή, φησίν, κολληθήσῃ οὐδὲ ὁμοιωθήσῃ ἀνθρώποις τοιούτοις, οἵτινες οὐκ οἴδασιν διὰ κόπου καὶ ἱδρῶτος πορίζειν ἑαυτοῖς τὴν τροφήν, ἀλλὰ ἁρπάζουσιν τὰ ἀλλότρια ἐν ἀνομίᾳ αὐτῶν καὶ ἐπιτηροῦσιν ὡς ἐν ἀκεραιοσύνῃ περιπατοῦντες καὶ περιβλέπονται, τίνα ἐκδύσωσιν διὰ τὴν πλεονεξίαν, ὡς καὶ τὰ ὄρνεα ταῦτα μόνα ἑαυτοῖς οὐ προίζει τὴν τροφήν, ἀλλὰ ἀργὰ καθήμενα ἐκζητεῖ, πῶς ἀλλοτρίας σάρκας καταφάγῃ, ὄντα λοιμὰ τῇ πονηρίᾳ αὐτῶν.
また、お前は鷲も鷹も鳶も烏も食べてはならない。お前は決して、労苦と汗によって自らの食物を得ることを知らず、かえって不法のうちに他人のものを奪い取り、あたかも純朴に歩んでいるかのように見せかけて窺い、貪欲のゆえに誰を身ぐるみ剥ごうかと辺りを見回すような人間たちに交わり、似た者となってはならない。ちょうどこれらの鳥だけが、自らのために食物を調達せず、怠惰に座ったまま、いかにして他者の肉を食い尽くそうかと窺い求め、その悪しき性質において疫病のような存在であるのと同じである。
Epistula Barnabae 10.5
Καὶ οὐ φάγῃ, φησίν, σμύραιναν οὐδὲ πολύποδα οὐδὲ σηπίαν: οὐ μή, φησίν, ὁμοιωθήσῃ κολλώμενος ἀνθρώποις τοιούτοις, οἵτινες εἰς τέλος εἰσὶν ἀσεβεῖς καὶ κεκριμένοι ἤδη τῷ θανάτῳ, ὡς καὶ ταῦτα τὰ ἰχθύδια μόνα ἐπικατάρατα ἐν τῷ βυθῷ νήχεται, μὴ κολυμβῶντα ὡς τὰ λοιπά, ἀλλ’ ἐν τῇ γῇ κάτω τοῦ βυθοῦ κατοικεῖ.
また、お前はウツボも蛸も烏賊も食べてはならない、と彼は言う。お前は決して、そのような人間たち——最後まで不敬虔であり、すでに死に定められている者たち——に交わり、似た者となってはならない。ちょうど、これらの小さな魚だけが呪われたものとして深みを泳ぎ、他の魚のように泳ぎ回ることをせず、深みの底の地に住んでいるのと同じである。
Epistula Barnabae 10.6
ἀλλὰ καὶ τὸν δασύποδα οὐ φάγῃ. πρὸς τί; οὐ μὴ γένῃ, φησίν, παιδοφθόρος οὐδὲ ὁμοιωθήσῃ τοῖς τοιούτοις, ὅτι ὁ λαγωὸς κατ’ ἐνιαυτὸν πλεονεκτεῖ τὴν ἀφόδευσιν: ὅσα γὰρ ἔτη ζῇ, τοσαύτας ἔχει τρύπας.
また、お前は兎も食べてはならない。何のためか。お前は決して子供を犯す者となってはならず、そのような者たちに似てはならない、と彼は言う。兎は一年ごとに肛門の数を増やすからである。すなわち、生きている年数だけの穴を持つのである。
Epistula Barnabae 10.7
ἀλλὰ οὐδὲ τὴν ὕαιναν φάγῃ: οὐ μή, φησίν, γένῃ μοιχὸς οὐδὲ φθορεὺς οὐδὲ ὁμοιωθήσῃ τοῖς τοιούτοις. πρὸς τί; ὅτι τὸ ζῷον τοῦτο παρ ἐνιαυτὸν ἀλλάσσει τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρεν, ποτὲ δὲ θῆλυ γίνεται.
また、お前は鬣狗も食べてはならない。お前は決して姦淫する者にも、人を汚す者にもなってはならず、そのような者たちに似てはならない、と彼は言う。何のためか。この生き物は一年ごとにその本性を変え、あるときは雄となり、あるときは雌となるからである。
Epistula Barnabae 10.8
ἀλλὰ καὶ τὴν γαλῆν ἐμίσησεν καλῶς. οὐ μή, φησίν, γενηθῇς τοιοῦτος, οἵους ἀκούομεν ἀνομίαν ποιοῦντας ἐν τῷ στόματι δἰ ἀκαθαρσίαν, οὐδὲ κολληθήσῃ ταῖς ἀκαθάρτοις ταῖς τὴν ἀνομίαν ποιούσαις ἐν τῷ στόματι. τὸ γὰρ ζῷον τοῦτο τῷ στόματι κύει.
また、彼は鼬をも良く忌み嫌った。お前は決して、我々が聞くところの、不潔さのゆえに口で不法を行う者たちのようになってはならず、口で不法を行う汚れた女たちに交わってはならない、と彼は言う。この生き物は口によって身ごもるからである。
Epistula Barnabae 10.9
περὶ μὲν τῶν βρωμάτων λαβὼν Μωϋσῆς τρία δόγματα οὕτως ἐν πνεύματι ἐλάλησεν: οἱ δὲ κατ’ ἐπιθυμίαν τῆς σαρκὸς ὡς περὶ βρώσεως προσεδέξαντο.
食物については、モーセは三つの教説を受け、こうして霊において語った。しかし彼らは肉の欲望に従って、食べることについての事柄として受け取った。
Epistula Barnabae 10.10
λαμβάνει δὲ τῶν αὐτῶν τριῶν δογμάτων γνῶσιν Δαυείδ καὶ λέγει: Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καθὼς καὶ οἱ ἰχθύες πορεύονται ἐν σκότει εἰς τὰ βάθη: καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καθὼς οἱ δοκοῦντες φοβεῖσθαι τὸν κύριον ἁμαρτάνουσιν ὡς ὁ χοῖρος, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν, καθὼς τὰ πετεινὰ καθήμενα εἰς ἁρπαγήν. ἔχετε τελείως καὶ περὶ τῆς βρώσεως.
ダビデは同じ三つの教説についての知識を受け取り、こう言う。「幸いなるかな、不敬虔な者たちの集いに歩まなかった人」——ちょうど魚が闇の中を深みへと歩むように。「また罪人の道に立たなかった」——豚のように、主を畏れているかに見えながら罪を犯す者たちのように。「また疫病をもたらす者たちの座に座らなかった」——略奪のために座っている鳥たちのように。諸君は食べることについても完全にこれを得た。
Epistula Barnabae 10.11
πάλιν λέγει Μωϋσῆς: Φάγεσθε πᾶν διχηλοῦν καὶ μαρυκώμενον. τί λέγει; ὅτι τὴν τροφὴν λαμβάνων οἶδεν τὸν τρέφοντα αὐτὸν καὶ ἐπ’ αὐτῷ ἀναπαυόμενος εὐφραίνεσθαι δοκεῖ. καλῶς εἶπεν βλέπων τὴν ἐντολήν. τί οὖν λέγει; κολλᾶσθε μετὰ τῶν φοβουμένων τὸν κύριον, μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων τὰ διδαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων, ὅτι ἡ μελέτη ἐστὶν ἔργον εὐφροσύνης, καὶ ἀναμαρυκωμένων τὸν λόγον κυρίου. τί δὲ τὸ διχηλοῦν; ὅτι ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται. βλέπετε, πῶς ἐνομοθέτησεν Μωϋσῆς καλῶς.
モーセは再びこう言う。『汝らは、すべて蹄の分かれた、反芻する動物を食べよ』と。これは何を言っているのか。食物を受け取る者は、自分を養う方を知り、その方の上に憩いつつ喜んでいるように見える、ということである。彼は戒めを見つめて良く言ったのである。それでは何を言っているのか。『主を畏れる者たちと、心のうちに受け取った言葉の分別を思い巡らす者たちと、主の定めを語り、守る者たちと、思い巡らしが喜びの業であることを知る者たちと、主の言葉を反芻する者たちと共に、汝ら交われ』ということである。では、蹄が分かれているとは何か。正しい者はこの世界のうちを歩みながらも、聖なる世を待ち望んでいるということである。諸君、見よ、モーセがいかに良く律法を定めたかを。
Epistula Barnabae 10.12
ἀλλὰ πόθεν ἐκείνοις ταῦτα νοῆσαι ἢ συνιέναι; ἡμεῖς δὲ δικαίως νοήσαντες τὰς ἐντολὰς λαλοῦμεν, ὡς ἠθέλησεν ὁ κύριος. διὰ τοῦτο περιέτεμεν τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας, ἵνα συνιῶμεν ταῦτα.
しかし、彼らがどうしてこれらのことを悟り、理解することができようか。しかし我々は、正しく悟って、主が望まれたとおりに戒めを語る。それゆえ、彼は我々の聴くことと心とを割礼された。我々がこれらのことを理解するためである。