作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Barnabae

Caput XII 第XII章

Anonymous · Epistula Barnabae · 11 sectiones

Epistula Barnabae 12.1

1

Ὁμοίως πάλιν περὶ τοῦ σταυροῦ ὁρίζει ἐν ἄλλῳ προφήτῃ λέγοντι: Καὶ πότε ταῦτα συντελεσθήσεται; λέγει κύριος: ὅταν ξύλον κλιθῇ καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα στάξῃ. ἔχεις πάλιν περὶ τοῦ σταυροῦ καὶ τοῦ σταυροῦσθαι μέλλοντος.

同じように、彼は再び十字架について、別の預言者において次のように定めている。「これらのことはいつ成し遂げられるのか」。主は言われる。「木が横たわり、また立ち上がるとき、また木から血が滴るとき」と。お前はここに再び、十字架について、また十字架にかけられようとしている方についてのことを得る。

Epistula Barnabae 12.2

2

λέγει δὲ πάλιν τῷ Μωῡσῇ, πολεμουμένου τοῦ Ἰσραὴλ ὑπὸ τῶν ἀλλοφύλων, καὶ ἵνα ὑπομνήσῃ αὐτοὺς πολεμουμένους, ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθησαν εἰς θάνατον: λέγει εἰς τὴν καρδίαν Μωϋσέως τὸ πνεῦμα, ἵνα ποιήσῃ τύπον σταυροῦ καὶ τοῦ μέλλοντος πάσχειν, ὅτι, ἐὰν μή, φησίν, ἐλπίσωσιν ἐπ’ αὐτῷ, εἰς τὸν αἰῶνα πολεμηθήσονται. τίθησιν οὖν Μωϋσῆς ἓν ἐφ̓ ἓν ὅπλον ἐν μέσῳ τῆς πυγμῆς, καὶ ὑψηλότερος σταθεὶς πάντων ἐξέτεινεν τὰς χεῖρας, καὶ οὕτως πάλιν ἐνίκα ὁ Ἰσραήλ. εἶτα, ὁπόταν καθεῖλεν, ἐθανατοῦντο.

また彼は、イスラエルが異民族によって戦いを挑まれているとき、再びモーセに向かって言われる。戦いのさなかにある彼らに、彼らが自らの罪のゆえに死へと引き渡されたことを思い起こさせるためである。霊はモーセの心にこう告げる。彼が十字架の予型と、苦しみを受けようとしている方の予型とを作るためである。もし彼らがその方に望みを置かないならば、永遠に戦いを挑まれ続けるであろう、と彼は言う。そこでモーセは戦いの真ん中で武器を一つまた一つと重ねて置き、皆よりも高く立って両手を伸ばした。こうしてイスラエルは再び勝った。それから、彼が手を下ろすと、彼らは死んでいった。

Epistula Barnabae 12.3

3

πρὸς τί; ἵνα γνῶσιν ὅτι οὐ δύνανται σωθῆναι, ἑὰν μὴ ἐπ’ αὐτῷ ἐλπίσωσιν.

何のためか。彼らが、その方に望みを置くのでなければ救われ得ないことを知るためである。

Epistula Barnabae 12.4

4

καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέγει: Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθῆ καὶ ἀντιλέγοντα ὁδῷ δικαίᾳ μου.

また、彼は別の預言者においてこう言う。『私は一日中、不従順で、私の正しい道に逆らう民に向かって両手を広げた』と。

Epistula Barnabae 12.5

5

πάλιν Μωϋσῆς ποιεῖ τύπον τοῦ Ἰησοῦ, ὅτι δεῖ αὐτὸν παθεῖν, καὶ αὐτὸς ζωοποιήσει, ὃν δόξουσιν ἀπολωλεκέναι, ἐν σημείῳ πίπτοντος τοῦ Ἰσραήλ, ʽἐποίησεν γὰρ κύριος πάντα ὄφιν δάκνειν αὐτούς, καὶ ἀπέθνησκον ἐπειδὴ ἡ παράβασις διὰ τοῦ ὄφεως ἐν Εὔᾳ ἐγένετὀ. ἵνα ἐλέγξῃ αὐτούς. ὅτι διὰ τὴν παράβασιν αὐτῶν εἰς θλῖψιν θανάτου παραδοθήσονται.

再びモーセは、イエスの予型を作る。彼が苦しみを受けねばならないこと、そして彼らが滅ぼしたと思うことになる方が、まさにその方が命を与えられるということを、イスラエルが倒れることのしるしのうちに示す〔主はすべての蛇に彼らを噛ませられた。エバにおいて蛇を通して違反が起こったゆえに、彼らは死んでいったからである〕。それは、彼らの違反のゆえに彼らが死の苦難へと引き渡されるということを、彼らに告発するためである。

Epistula Barnabae 12.6

6

πέρας γέ τοι αὐτὸς Μωϋσῆς ἐντειλάμενος: Οὐκ ἔσται ὑμῖν οὔτε χωνευτὸν οὔτε γλυπτὸν εἰς θεὸν ὑμῖν. αὐτὸς ποιεῖ, ἵνα τύπον τοῦ Ἰησοῦ δείξῃ. ποιεῖ οὖν Μωϋσῆς χαλκοῦν ὄφιν καὶ τίθησιν ἐνδόξως καὶ κηρύγματι καλεῖ τὸν λαόν.

つまるところ、モーセ自身は『汝らには、汝らの神として鋳造されたものも彫られたものもあってはならない』と命じておきながら、自らそれを作る。それはイエスの予型を示すためである。そこでモーセは青銅の蛇を作り、それを栄えあるものとして据え、布告をもって民を呼び集める。

Epistula Barnabae 12.7

7

ἐλθόντες οὖν ἐπὶ τὸ αὐτὸ ἐδέοντο Μωῦσέως, ἵνα περὶ αὐτῶν ἀνενέγκῃ δέησιν περὶ τῆς ἰάσεως αὐτῶν. εἶπεν δὲ πρὸς αὐτοὺς Μωϋσῆς: Ὅταν, φησίν. δηχθῇ τις ὑμῶν, ἐλθέτω ἐπὶ τὸν ὄφιν τὸν ἐπὶ τοῦ ξύλου ἐπικείμενον καὶ ἐλπισάτω πιστεύσας, ὅτι αὐτὸς ὢν νεκρὸς δύναται ζωοποιῆσαι, καὶ παραχρῆμα σωθήσεται. καὶ οὕτως ἐποίουν. ἔχεις πάλιν καὶ ἐν τούτοις τὴν δόξαν τοῦ Ἰησοῦ, ὅτι ἐν αὐτῷ πάντα καὶ εἰς αὐτόν.

そこで彼らは一つに集まって来て、モーセに、自分たちのために彼らの癒やしについての願いを捧げてくれるよう懇願した。モーセは彼らに向かってこう言った。「汝らのうち誰かが噛まれたなら、木の上に置かれた蛇のところへ来て、信じて望みを置くがよい。それ自身は死んでいながら命を与えることができると。そうすれば、たちどころに救われるであろう」と。そして彼らはそのようにした。お前はここにもまた、イエスの栄光を得る。すべてのものは彼のうちにあり、彼へと向かっているからである。

Epistula Barnabae 12.8

8

τί λέγει πάλιν Μωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή, ἐπιθεὶς αὐτῷ τοῦτο τὸ ὄνομα, ὄντι προφήτῃ, ἵνα μόνον ἀκούσῃ πᾶς ὁ λαός; ὅτι πάντα ὁ πατὴρ φανεροῖ περὶ τοῦ υἱοῦ Ἰησοῦ.

モーセは再び、ナウェの子イエスに何と言うか。彼が預言者であったので、民のすべてが彼にのみ聞き従うようにと、彼にこの名を与えたうえで言うのである。それは、父がイエスなる子について、すべてを明らかにされるからである。

Epistula Barnabae 12.9

9

λέγει οὖν Μωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή, ἐπιθεὶς τοῦτο τὸ ὄνομα, ὁπότε ἔπεμψεν αὐτὸν κατάσκοπον τῆς γῆς: Λάβε βιβλίον εἰς τὰς χεῖράς σου καὶ γράψον, ἃ λέγει κύριος, ὅτι ἐκκόψει ἐκ ῥιζῶν τὸν οἶκον πάντα τοῦ Ἀμαλὴκ ὁ υἱὸς τοῦ θεοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν.

そこでモーセは、ナウェの子イエスにこの名を与え、彼を地の偵察に遣わした時、こう言う。『お前の手に書物を取り、主が言われることを書き記せ。すなわち、終わりの日々に、神の子がアマレクの家をすべて根こそぎ絶ち滅ぼすであろう』と。

Epistula Barnabae 12.10

10

ἴδε πάλιν Ἰησοῦς, οὐχὶ υἱὸς ἀνθρώπου, ἀλλὰ υἱὸς τοῦ θεοῦ, τύπῳ δὲ ἐν σαρκὶ φανερωθείς. ἐπεὶ οὖν μέλλουσιν λέγειν, ὅτι Χριστὸς υἱὸς Δαυείδ ἐστιν, αὐτὸς προφητεύει Δαυείδ, φοβούμενος καὶ συνίων τὴν πλάνην τῶν ἁμαρτωλῶν: Εἷπεν κύριος τῷ κυρίῳ μου: Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

見よ、ここにもまたイエスがいる。人の子としてではなく、神の子として、しかし予型によって肉において現された方として。それでは、彼らが「キリストはダビデの子である」と言おうとしているので、ダビデ自身が、罪人たちの迷いを恐れ、それを理解しながら預言する。「主は我が主に言われた。我が右に座せ。我が汝の敵を汝の足の台とするまで」と。

Epistula Barnabae 12.11

11

καὶ πάλιν λέγει οὕτως Ἡσαΐας: Εἷπεν κύριος τῷ Χριστῷ μου κυρίῳ. οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω. ἴδε, πῶς Δαυεὶδ λέγει αὐτὸν κύριον. καὶ υἱὸν οὐ λέγει.

また、イザヤはこのように言う。「主は、私が右手を握ったわが主キリストに言われた。もろもろの異邦の民が彼の前に聞き従うためである。また、王たちの力を私は打ち破るであろう」と。見よ、ダビデがいかに彼を主と呼び、子とは呼んでいないかを。