Epistula Barnabae 2.1
Ἡμερῶν οὖν οὐσῶν πονηρῶν καὶ αὐτοῦ τοῦ ἐνεργοῦντος ἔχοντος τὴν ἐξουσίαν, ὀφείλομεν ἑαυτοῖς προσέχοντες ἐκζητεῖν τὰ δικαιώματα κυρίου,
さて、日々は悪しきものであり、かの働く者が権力を有している以上、我々は自らに心して、主の定めを尋ね求めなければならない。
Epistula Barnabae 2.2
τῆς οὖν πίστεως ἡμῶν εἰσιν βοηθοὶ φόβος καὶ ὑπομονή, τὰ δὲ συμμαχοῦντα ἡμῖν μακροθυμία καὶ ἐγκράτεια:
我々の信仰の助け手は畏れと耐え忍びであり、我々に加勢するものは忍耐と節制である。
Epistula Barnabae 2.3
τούτων οὖν μενόντων τὰ πρὸς κύριον ἁγνῶς, συνευφραίνονται αὐτοῖς σοφία, σύνεσις, ἐπιστήμη, γνῶσις.
これらのものが、主に対して清らかにとどまるならば、知恵、理解、学識、知識が、これらと共に喜びを分かち合う。
Epistula Barnabae 2.4
πεφανέρωκεν γὰρ ἡμῖν διὰ πάντων τῶν προφητῶν, ὅτι οὕτε θυσιῶν οὔτε ὁλοκαυτωμάτων οὔτε προσφορῶν χρῄζει, λέγων ὅτε μέν:
彼はすべての預言者たちを通して、生贄も、全焼の供え物も、供え物も必要としないことを我々に明らかにされた。あるときにはこう言われる。
Epistula Barnabae 2.5
Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. πλήρης εἰμὶ ὁλοκαυτωμάτων, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι, τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον: θυμίαμα βδέλυγμά μοί ἐστιν: τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι.
汝らの生贄の多さは、わたしにとって何であるか、と主は言われる。わたしは全焼の供え物に飽き、子羊の脂肪も雄牛と雄山羊の血も欲しない。たとえ汝らが来てわたしの前に姿を現しても——それらを汝らの手から求めた者があろうか。わたしの庭を踏むことを、汝らはもはや重ねてはならない。もし汝らが麦粉を携えて来ても、それは空しい。香はわたしにとって忌まわしいものである。汝らの新月と安息日を、わたしは耐え忍ばない。
Epistula Barnabae 2.6
ταῦτα οὖν κατήργησεν, ἵνα ὁ καινὸς νόμος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄνευ ζυγοῦ ἀνάγκης ὤν, μὴ ἀνθρωποποίητον ἔχῃ τὴν προσφοράν.
それゆえ彼はこれらのことを廃されたのである。我々の主イエス・キリストの新しき法が、必然のくびきを負わぬものとして、人の手による供え物を持たぬためである。
Epistula Barnabae 2.7
λέγει δὲ πάλιν πρὸς αὐτούς: Μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένοις ἐκ γῆς Αἰγύπτου, προσενέγκαι μοι ὁλοκαυτώματα καὶ θυσίας;
彼はまた、彼らに向かって再びこう言われる。汝らの父たちがエジプトの地を出て行くとき、わたしは彼らに、全焼の供え物と生贄とをわたしに献げるようにと命じたであろうか。
Epistula Barnabae 2.8
ἀλλ’ ἡ τοῦτο ἐνετειλάμην αὐτοῖς: ἕκαστος ὑμῶν κατὰ τοῦ πλησίον ἐν τῇ καρδίᾳ ἑαυτοῦ κακίαν μὴ μνησικακείτω, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε.
そうではなく、わたしが彼らに命じたのはこのことである。汝らのおのおのは、己の心のうちに、隣人に対して悪意を抱いてはならない。また偽りの誓いを愛してはならない。
Epistula Barnabae 2.9
αἰσθάνεσθαι οὖν ὀφείλομεν, μὴ ὄντες ἀσύνετοι, τὴν γνώμην τῆς ἀγαθωσύνης τοῦ πατρὸς ἡμῶν, ὅτ̓ ἡμῖν λέγει, θέλων ἡμᾶς μὴ ὁμοίως πλανωμένους ἐκείνοις ζητεῖν, πῶς προσάγωμεν αὐτῷ.
それゆえ我々は、理解を欠く者とならず、我々の父の善良さの意向を悟らねばならない。彼が我々に語られるのは、我々が彼らと同じように迷いつつ、いかにして彼に近づくべきかを求めることのないようにと願ってのことである。
Epistula Barnabae 2.10
ἡμῖν οὖν οὕτως λέγει: Θυσία τῷ κυρίῳ καρδία συντετριμμένη, ὀσμὴ εὐωδίας τῷ κυρίῳ καρδία δοξάζουσα τὸν πεπλακότα αὐτήν. ἀκριβεύεσθαι οὖν ὀφείλομεν, ἀδελφοί, περὶ τῆς σωτηρίας ἡμῶν, ἵνα μὴ ὁ πονηρὸς παρείσδυσιν πλάνης ποιήσας ἐν ἡμῖν ἐκσφενδονήσῃ ἡμᾶς ἀπὸ τῆς ζωῆς ἡμῶν.
それゆえ我々にはこう言われる。主への犠牲は砕かれた心、主への芳しい香りは、自らを形づくった方を讃える心である。それゆえ我々は、兄弟たちよ、自らの救いについて厳密でなければならない。悪しき者が、惑わしの忍び入りを我々のうちに作り出し、我々を我々の命から投げ捨てることのないようにするためである。