Epistula Clementis ad Iacobum 9.1
Οἶδα δὲ ταῦτα ποιήσειν ὑμᾶς, ἐὰν ἀγάπην εἰς τὸν ὑμέτερον ἱδρύσητε νοῦν. πρὸς δὲ τὴν αὐτῆς εἴσοδον μία τίς ἐστιν ἱκανὴ πρόφασις, κοινὴ τῶν ἁλῶν μετάληψις.
「しかし、諸君が愛を諸君自身の精神に据えるならば、これらのことを為すであろうと私は知っている。愛が入り来るための十分な機縁がひとつある。それは塩を共に分かち合うことである。」
Epistula Clementis ad Iacobum 9.2
διὸ σπεδάζετε πυκνότερον συνέστιοι ἀλλήλων γίνεσθαι, ὡς δύνασθε, ὅπως αὐτὴν μὴ ἀπεμπολήσητε αἰτία γάρ ἐστιν τῆς εὐποιΐας, ἡ δὲ εὐποιΐα τῆς σωτηρίας.
「それゆえ、できる限り頻繁に互いに食卓を共にする者となるよう努めよ、愛を売り渡すことのないように。なぜなら、それは善行の原因であり、善行は救いの原因だからである。」
Epistula Clementis ad Iacobum 9.3
κοινὲς οὖν πάντες πᾶσιν τοῖς κατὰ Θεὸν ἀδελφοῖς τοὺς ἑαυτῶν παρέχετε βίους, εἰδότες ὅτι πρόσκαιρα δωρούμενοι αἰώνια λήψεσθε.
「それゆえ、諸君は皆、神にあって兄弟であるすべての者に対して、自らの生計をともにせよ。一時のものを与えることで、永遠のものを受け取ると知っているからである。」
Epistula Clementis ad Iacobum 9.4
πολλῷ μᾶλλον πεινῶντας τρέφετε, καὶ διψῶσι παρέχετε ποτόν, γυμνοῖς ἔνδυμα, τοὺς νοσοῦντας ἐπισκέπτεσθε, τοῖς ἐν φυλακαῖς ἐπιφαινόμενοι ὡς δύνασθε βοηθεῖτε, τοὺς ξένους μετὰ πάσης προθυμίας εἰς τοὺς ἑαυτῶν οἴκους λαμβάνετε.
「それにも増して、飢えている者たちを養い、渇いている者たちに飲み物を与え、裸の者たちに衣を与え、病んでいる者たちを見舞い、獄にある者たちのもとに現れて、できる限り助け、異国の者たちをあらゆる熱意をもって自らの家に迎え入れよ。」
Epistula Clementis ad Iacobum 9.5
πλὴν ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, πᾶν καλὸν ἡ φιλανθρωπία ὑμᾶς ποιεῖν διδάξει, ὥσπερ ἡ μισανθρωπία τοῖς μὴ βουλομένοις σώζεσθαι τὴν κακοπραξίαν ὑποδείκνυσιν.
「ただし、いちいち数え上げて語ることのないように言うが、人を愛することは、あらゆる善きことを為すよう諸君に教えるであろう。ちょうど人を憎むことが、救われることを欲しない者たちに悪しき行いを示し出すように。」