Epistula Clementis ad Iacobum 7.1
Τὰ δὲ κατὰ τοὺς πρεσβυτέρες ἔστω τάδε. πρὸ πάντων τοὺς νέους πρὸς γάμον ζευγνύτωσαν ἐν τάχει, προλαμβάνοντες τῆς νεαζούσης ἐπιθυμίας τὰ παγιδεύματα. ἀλλὰ μηδὲ τῶν ἤδη γερόντων περὶ γάμου ἀμελήτωσαν ἐνίοις γὰρ καὶ γηράσασιν ἀλκαία ἔνεστιν ἐπιθυμία.
「長老たちに関することは、次のとおりであれ。何よりもまず、彼らは若者たちを速やかに結婚に結びつけ、若さの欲望が仕掛ける罠を先んじて防げ。だが、すでに年老いた者たちについても、結婚のことをおろそかにしてはならない——年老いた者たちの中にも、なお強い欲望を持つ者がいるからである。」
Epistula Clementis ad Iacobum 7.2
ἵνα οὖν μὴ ἡ πορνεία νομὴν λαβοοῦσα καθ᾽ ὑμῶν εἰς ὑμᾶς τὸν αὐτὸν ἐμβάλλῃ λοιμόν, προασφαλίζεσθε καὶ ἐρευνᾶτε, μή πως τὸ τῆς μοιχείας λανθανόντως ἐν ὑμῖν ἀναφθῇ πῦρ.
「それゆえ、淫行が諸君に対して広がる場を得て、諸君のうちに同じ疫病を投げ込むことのないように、あらかじめ用心し、探れ——姦淫の火が気づかれぬまま諸君のうちに燃え上がることのないように。」
Epistula Clementis ad Iacobum 7.3
πολὺ γὰρ δεινὸν ἡ μοιχεία, τοσοῦτον ὅσον τὰ δευτερεῖα ἔχειν αὐτὴν τῆς κολάσεως ἐπεὶ τὰ πρωτεῖα τοῖς ἐν πλάνῃ οὖσιν ἀποδίδοται, κᾄν σωφρονῶσιν. διὸ ὑμεῖς ὡς ἐκκλησίας πρεσβύτεροι ἐξασκήσατε τὴν Χριστοῦ νύμφην εἰς σωφροσύνην· νύμφην δὲ λέγω τῆς ἐκκλησίας τὸ σύστημα.
「姦淫は大いに恐るべきものである。迷いのうちにある者たちには、たとえ節制していても罰の第一位が与えられるのに対し、姦淫はその罰の第二位を占めるほどなのである。それゆえ、諸君は教会の長老として、キリストの花嫁を節制へと鍛え訓練せよ。花嫁とは、教会の集まりのことを私は言っているのである。」
Epistula Clementis ad Iacobum 7.4
ἐὰν γὰρ σώφρων καταληφθῇ ὑπὸ νυμφίε βασιλέως, τιμῆς μεγίστης τεύξεται, καὶ ὑμεῖς μεγάλης εὐφρασίας, ὡς κλητοὶ γάμων, ἀπολαύοντες. ἐὰν δὲ ἡμαρτηκυῖα φωραθῇ, αὐτὴ μὲν ἔκβλητος ἔσται, ὑμεῖς δὲ δίκην δώσετε, μή πως παρὰ τὴν ὑμετέραν ἀμέλειαν γέγονεν ἡ ἁμαρτία.
「もし花嫁が節制した者として花婿なる王に見出されるなら、最大の誉れを得るであろうし、諸君もまた、婚宴に招かれた者として、大いなる喜びにあずかるであろう。だが、もし罪を犯した者として見つけ出されるなら、彼女自身は追い出される者となり、諸君は責めを負うであろう——その罪が諸君の怠慢によって生じたのではないかとして。」