Epistula Clementis ad Iacobum 16.1
Πλὴν γινώσκετε πάντες πάντων ὑμῶν πλεῖον κάμνοντα τὸν ἐπίσκοπον, ὅτι ἕκαστος ὑμῶν τὴν αὑτοῦ θλῖψιν πάσχει, αὐτὸς δὲ τὴν αὑτοῦ καὶ τὴν ἑκάστου. διό, ὦ Κλήμης, ἑκάστῳ κατὰ τὸ δυνατὸν προκαθέσθητι βοηθός, τὰς πάντων φορτισθεὶς φροντίδας.
「ただし、諸君は皆、知っておくがよい——監督は、諸君の誰よりも増して労苦していることを。諸君のおのおのは自らの苦難だけを受けるが、彼自身は自らの苦難と、おのおのの苦難とを負うからである。それゆえ、クレメンスよ、おのおのに対して、できる限り、座に着く助け手となれ。すべての者の思いを負わされながら。」
Epistula Clementis ad Iacobum 16.2
ὅθεν τό σε οἰκονομεῖν ἀναδέξασθαι, χάριν οἶδα εἰληφὼς οὐ δεδωκώς ἀλλὰ θάῤῥει καὶ γενναίως φέρε, ὡς εἰδὼς ὅτι ἀποδώσει σοι ὁ Θεὸς εἰς τὸν λιμένα τῆς ἀναπαύσεως καταιτήσαντι τὸ μέγιστον τῶν ἀγαθῶν, ἀναφαίρετον μισθὸν, καθ᾽ ὅτι ὑπὲρ τῆς τῶν πάντων σωτηρίας τὸν μείζονα ἀνεδέξω κάματον.
「それゆえ、お前が差配することを引き受けたことについては、私は恩恵を受けた者であって、与えた者ではないと知っている。だが、臆するな、雄々しく耐えよ。安らぎの港に至ったお前に、神が最大の善きもの、奪われることのない報いを返してくださると知っているのだから——すべての者の救いのために、お前がより大きな労苦を引き受けたからには。」
Epistula Clementis ad Iacobum 16.3
ὥστε ἐάν σε πολλοὶ τῶν ἀδελφῶν διὰ τὴν ἔπακρον δικαιοσύνην μισήσουσιν, τὸ αὐτῶν μὲν μῖσος οὐδέν σε βλάψει, ἡ δὲ τοῦ δικαίου Θεοῦ φιλία πολύ σε ὠνήσει.
「それゆえ、たとえ兄弟たちの多くが、極まった正義のゆえにお前を憎むとしても、彼らの憎しみはお前を何ら損なうことはなく、正しき神の愛はお前を大いに益するであろう。」
Epistula Clementis ad Iacobum 16.4
ὥστε πειρῶ τὸν ἐξ ἀδικίας γινόμενον ἔπαινον ἀποσείεσθαι, διὰ δὲ δικαίαν διοίκησιν τὸν ἐκ Χριστοῦ ἐπωφελῆ θηρεύειν ἔπαινον.
「それゆえ、不正から生じる賞賛を振り払うよう努め、正しい治めによって、キリストからの益となる賞賛を追い求めよ。」