作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Clementis ad Iacobum

Caput III 第III章

Anonymous · Epistula Clementis ad Iacobum · 4 sectiones

Epistula Clementis ad Iacobum 3.1

1

Αὐτοῦ ταῦτα λέγοντος ἐγὼ προσπεσὼν ἐπιδεόμην αὐτοῦ, παραιτούμενος τὴν τῆς καθέδρας τιμήν τε καὶ ἐξουσίαν.

彼がこれらのことを語っていたとき、私はひれ伏して彼に願い出、座の誉れと権能とを辞退した。

Epistula Clementis ad Iacobum 3.2

2

ὁ δ᾽ ἀπεκρίνατο· περὶ τούτου μή με ἀξίου· τοῦτο γὰρ γενέσθαι δέδοκταί μοι, καὶ ταύτῃ μᾶλλον εἰ παραιτῇ· ὅτι ἡ τοιαύτη καθέδρα οὐ φιλοκαθεδροῦντος τολμηροῦ χρείαν ἔχει, ἀλλ᾽ εὐλαβοῦς τὸν τρόπον καὶ πολυμαθοῦς τὸν λόγον.

彼は答えた。「この事について私に求めるな。これがなされることは私によって定められたのだから、なおのこと、お前が辞退するならばそうなのだ。このような座は、座に着きたがる向こう見ずな者を必要とせず、むしろ慎み深い性質と博識な言葉を持つ者を必要とするからである。」

Epistula Clementis ad Iacobum 3.3

3

δὸς δὲ τὸν κρείττονα, ὅς ἐμοί σου πλεῖον συνώδευσεν καὶ τῶν λόγων ἐπήκουσεν καὶ τὴν διοίκησιν τῆς ἐκκλησίας ἐκμεμάθηκεν, καὶ ἐκ ἀναγκάσω σε καλῶς ποιεῖν οὐ θέλοντα· ἀλλ᾽ οὐ δυνήσει νῦν τόν σου κρείττονα παρασχεῖν· σὺ γὰρ δἰ ἐμοῦ τῶν σωζομένων ἐθνῶν εἶ κρείττων ἀπαρχή· πλὴν καὶ τὸ ἕτερον λόγισαι, ὅτι εἰ τὸν κίνδυνον τῆς ἁμαρτίας φοβούμενος οὐκ ἀναδέχῃ τῆς ἐκκλησίας τὴν διοίκησιν, σὺ ἴσθι εἰδὼς ὅτι πλεῖον ἁμαρτάνεις , ὅστις τοῖς θεοσεβέσιν ὥσπερ πλέουσιν καὶ κινδυνεύουσιν βοηθεῖν δυνάμενος οὐ θέλεις, διασκοπῶν μόνον τὸ ἴδιον καὶ οὐ τὸ κοινῇ πᾶσι συμφέρον.

「だが、お前よりも優れた者を出すがよい——私にお前以上に長く同行し、言葉に聞き従い、教会の治めを学び得た者を。そうすれば私は、望まぬお前に、善く行うことを無理強いしはしない。しかし今、お前より優れた者を差し出すことは、お前にはできまい。お前は、私を通して、救われる諸国民のうちの、より優れた初穂なのだから。だが、なおもう一つのことを考えよ——もしお前が罪の危険を恐れて教会の治めを引き受けないのなら、お前はいっそう大きな罪を犯すのだと知れ。神を敬う者たちが、あたかも航海して危険に遭っているかのようであるのに、お前は助けることができながら助けようとせず、自分のことだけを顧みて、すべての者に共通の益を顧みないのだから。」

Epistula Clementis ad Iacobum 3.4

4

ὅτι δὲ τὸν κίνδυνον πάντως ἀναδέξασθαί σε δεῖ, ἐμοῦ τοῦτο ἀξιοῦν μὴ παυομένου εἰς τὴν τῶν πάντων βοήθειαν, ὀρθῶς ἐπίστασαι. ὅσω ἐν μοι ταχύτερον συνευδοκήσεις, τοσοῦτόν με τῆς ἀθυμίας κουφίσεις.

「お前は、この危険をどうしても引き受けねばならないということを、私がすべての者を助けるためにこれを求めてやまぬ以上、正しく理解している。お前が早く同意すればするほど、それだけ私の落胆を軽くしてくれるであろう。」