作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Clementis ad Iacobum

Caput XIX 第XIX章

Anonymous · Epistula Clementis ad Iacobum · 3 sectiones

Epistula Clementis ad Iacobum 19.1

1

Καὶ ταῦτα εἰπὼν ἐν μέσῳ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὑτοῦ καθέδραν καθεσθῆναί με ἐδυσώπησεν.

そしてこれらのことを言い終えると、皆の前で、真ん中で、私に手を置いて、自分の座に座るようにと私に強いて求めた。

Epistula Clementis ad Iacobum 19.2

2

καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὅπως ὁπόταν τοῦ ἐνταῦθα, ὡς ἐμοὶ ὀφείλεται, ἀπαλλάξω βίου, σὲ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου διαπέμψαι ἐν ἐπιτομῇ ἀναγραψάμενον μέχρι καὶ τῶν ἐκ παίδων σου λογισμῶν, καὶ ὡς ἀπ᾽ ἀρχῆς μέχρι τοῦ νῦν συνώδευσάς μοι, ἐπακούων τῶν κατὰ πόλιν ὑπ᾽ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ ὀκνήσεις.

座に着いた私に、彼は直ちにこう言った。「私は、居合わせる私の兄弟たちすべての前で、お前に求める。私がここでの命を、私に定められているとおり終えるときには、お前の幼き日々からの思案に至るまで、また初めから今に至るまで私に同行し、私が町々で宣べ伝えた言葉と行いとに耳を傾けてきたことを、抄録にして書き記し、ヤコブ、主の兄弟に送り届けよ。そして最後に、私が予め言ったとおり、私の死の理由をも、ためらわず明らかにせよ。」

Epistula Clementis ad Iacobum 19.3

3

οὔτε γὰρ λίαν αὐτὸν λυπήσει τοῦτο, εἰδότα ὅτι ὃ πάντως ἔδει με παθεῖν εὐσεβῶς ἀπεδόμην, μεγίστης δὲ παραμυθίας τεύξεται, μαθὼν ὅτι μετ᾽ ἐμὲ ἐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς λόγους ἀγνοῶν καὶ ἐκκλησίας κανόνα ἐκ εἰδὼς τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. πλάνου γὰρ ὁμιλία τῶν ἀκεόντων ὄχλων ἀναίρει τὰς ψυχάς.

「彼がこれによってひどく悲しむことはないであろう——私が必ず受けねばならなかった苦しみを、敬虔に払い果たしたと知っているのだから。むしろ、この上ない慰めを得るであろう——私の後に、無学でない、命を与える言葉に無知でない、教会の規範を知らぬのでもない者が、教える者の座を委ねられたと知るときには。迷わす者の講話は、聞く群衆の魂を滅ぼすからである。」