Epistula Clementis ad Iacobum 5.1
Πλὴν καὶ βραχέα ἐπὶ πάντων διὰ πάντας τὰ τῆς διοικήσεως ὑπομνῆσαι θέλω. σὲ μὲν χρὴ ἀνεπιλήπτως βιοῦντα σπουδῇ μεγίστῃ πάσας τὰς βίου ἀσχολίας ἀποσείεσθαι, μήτε ἐγγυητὴν γινόμενον μήτε συνήγορον μηδὲ ἑτέρῳ τινὶ βιωτικῷ παρεμπεπλεγμένον πράγματι.
「なおまた、皆の前で、すべての者のために、治めに関わる事柄を手短に思い起こさせておきたい。お前は、非のうちどころなく生きて、最大の努力をもって生活上のあらゆる雑務を振り払わねばならない——保証人となることも、弁護人となることも、また他のいかなる世俗の事柄に巻き込まれることもなく。」
Epistula Clementis ad Iacobum 5.2
ἐ γὰρ κριτὴν καὶ δικαστὴν χρημάτων ἢ ἀσχολημάτων καθεστάναι σε θέλει τῶν νῦν βιωτικῶν πραγμάτων ὁ Χριστός , ἵνα συνεχόμενος εἰς τὰς νῦν τῶν ἀνθρώπων φροντίδας μὴ εὐσχολῇς χωρίζειν λόγῳ ἀληθείας ἀνθρώπων τοὺς κρείττονας ἀπὸ τῶν χειρόνων.
「なぜなら、キリストは、お前が今の生活上の事柄について、金銭や雑務の裁き手・審判者として立てられることを望んではおられないからである——現在の人間たちの思いに捕らわれて、真理の言葉によって人々のうちの優れた者を劣った者から分かつことに暇を持てなくなることのないように。」
Epistula Clementis ad Iacobum 5.3
ἀλλὰ ταῦτα μὲν οἱ μανθάνοντες ἀλλήλοις παρασχέτωσαν, καὶ ἀπὸ τῶν σώζειν δυναμένων λόγων μὴ ἀποσχολείτωσαν.
「むしろ、これらのことは、学ぶ者たちが互いに供し合え。そして彼らは、救うことのできる言葉からお前を引き離して、その暇を奪うことのないようにせよ。」
Epistula Clementis ad Iacobum 5.4
ὡς γάρ σοι ἀσεβές ἐστιν τὰς βιωτικὰς φροντίδας ἀναδέξασθαι καταλείψαντα ποιεῖν ὅ ἐκελεύσθης, οὕτως ἑκάστῳ λαϊκῷ ἁμαρτία ἐστὶν, ἐὰν μὴ ἀλλήλοις καὶ ἐν ταῖς βιωτικαῖς χρείαις παρίστανται.
「お前にとって、命じられたことを行うことをやめて生活上の思いを引き受けることが不敬虔であるように、それと同じく、平信徒の一人ひとりにとっては、互いに世の必要においても助け合わないなら、それが罪である。」
Epistula Clementis ad Iacobum 5.5
καί σου δὲ περὶ ὧν χρὴ ἀμέριμνον εἶναι οἱ πάντες ποιεῖν ἐὰν μὴ νοῶσιν, παρὰ τῶν διακόνων μανθανέτωσαν ἵνα μόνης τῆς ἐκκλησίας τὴν φροντίδα ἔχῃς, πρός τε τὸ διοικεῖν αὐτὴν καλῶς καὶ τὸ τοὺς τῆς ἀληθείας λόγους παρέχειν.
「そして、お前が思い煩わずにいるべき事柄について、すべての者がどうすべきかを悟らないのであれば、彼らは奉仕者たちから学べ——お前がただ教会のことだけに思いを用い、それを善く治めることと、真理の言葉を与えることとに向かうことができるように。」