作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Clementis ad Iacobum

Caput VIII 第VIII章

Anonymous · Epistula Clementis ad Iacobum · 3 sectiones

Epistula Clementis ad Iacobum 8.1

1

Διὸ πρὸ πάντων περὶ σωφροσύνης φροντίζετε· λίαν γὰρ παρὰ τῷ Θεῷ χαλεπὴ ὥρισται ἡ πορνεία. πορνείας δὲ εἴδη πολλά, ὡς καὶ αὐτὸς Κλήμης ὑμῖν διηγήσεται. πλὴν πρώτη μοιχεία ἐστὶ τὸν ἄνδρα μὴ ἰδίᾳ μόνῃ χρήσασθαι γυναικὶ καὶ γυναῖκα μὴ ἰδίῳ μόνῳ χρήσασθαι ἀνδρί.

「それゆえ、何よりもまず節制について心を配れ。淫行は神のもとで、はなはだ厳しいものと定められているからである。淫行には多くの種類がある——それについてはクレメンス自身が諸君に説き明かすであろう。だが、その第一のものは姦淫である。すなわち、男が自分の妻ひとりのみを用いないこと、女が自分の夫ひとりのみを用いないことである。」

Epistula Clementis ad Iacobum 8.2

2

ἐὰν σώφρων ᾖ τις, καὶ φιλάνθρωπος γενέσθαι δύναται, οὗ εἵνεκεν ἐλέους αἰωνίου τεύξεται. ὡς δὲ ἡ μοιχεία μέγα κακόν, οὕτως ἡ φιλανθρωπία μέγιστον ἀγαθόν.

「もし誰かが節制する者であれば、その者は人を愛する者ともなり得る。それゆえ、その者は永遠の憐れみを得るであろう。姦淫が大いなる悪であるように、人を愛することは最も大いなる善である。」

Epistula Clementis ad Iacobum 8.3

3

διὸ ἀγαπᾶτε πάντας ὑμῶν τοὺς ἀδελφοὺς σεμνοῖς καὶ ἐλεήμοσιν ὀφθαλμοῖς, τοῖς μὲν ὀρφανοῖς ποιοῦντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, παρέχοντες μετὰ πάσης εὐφροσύνης τὰς τροφάς τοῖς ἀκμαίοις τοὺς γάμους , καὶ τοῖς αὐτῶν ἀτέχνοις διὰ τῶν ἐπιτηδευμάτων ἐννοούμενοι τὰς προφάσεις τῆς ἀναγκαίας τροφῆς· τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος.

「それゆえ、諸君は自分たちのすべての兄弟を、謹厳で憐れみ深い眼差しをもって愛せよ——孤児たちには親の役目を、やもめたちには夫の役目を果たし、あらゆる喜びをもって糧を与え、盛りの年齢の者たちには婚礼を与え、彼らのうち技を持たぬ者たちには、生業を通して必要な糧の手立てを心にかけよ。技ある者には業を、力なき者には憐れみを。」