作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Clementis ad Iacobum

Caput VI 第VI章

Anonymous · Epistula Clementis ad Iacobum · 3 sectiones

Epistula Clementis ad Iacobum 6.1

1

Ἐπεὶ ἐὰν βιωτικαῖς μερίμναις ἀσχοληθῇς, καὶ σεαυτὸν καὶ τοὺς ἀκροατὰς ἐνεδρεύσεις· τὰ γὰρ συμφέροντα ἐφοδιάζειν διὰ τὴν ἀσχολίαν οὐ δυνηθεὶς καὶ σὺ ὡς μὴ διδάξας τὸ συμφέρον κολασθήσῃ, οἱ δὲ μὴ μαθόντες ἀγνοίας αἰτίᾳ ἀπολοῦνται.

「もしお前が生活上の思い煩いに携わるなら、お前自身をも、聞き手たちをも待ち伏せて陥れることになろう。というのも、その雑務のゆえに益となることを備え与えることができず、お前は益を教えなかった者として罰せられ、学ばなかった者たちは無知の咎によって滅びるであろうから。」

Epistula Clementis ad Iacobum 6.2

2

διὸ σὺ μὲν αὐτὸς εὐσχολῶν προκαθέσθητι, πρὸς τὸ εὐκαίρως παρέχειν τοὺς σώζειν αὐτοὺς δυναμένους λόγους. καὶ οὕτως ἐπακουσάτωσάν σου, εἰδότες ὅτι ὁ τῆς ἀληθείας πρεσβύτης ὃ ἂν δήσῃ ἐπὶ γῆς, δέδεται καὶ ἐν οὐρανῷ, ὅ δ᾽ ἂν λύσῃ, λέλυται.

「それゆえ、お前自身は暇を得て、座に着け——それは、彼らを救うことのできる言葉を良い時に与えるためである。そして彼らは、こうしてお前の言葉を聞き入れよ——真理の老人が地上で縛るものは天においても縛られており、解くものは解かれていると知って。」

Epistula Clementis ad Iacobum 6.3

3

σὺ δὲ δήσεις ἅ δεῖ δεθῆναι καὶ λύσεις ἅ δεῖ λυθῆναι. καὶ τὰ μὲν κατὰ σὲ τὸν προεστῶτα ταῦτά ἐστιν καὶ τὰ τούτοις ὅμοια.

「お前は、縛られるべきものを縛り、解かれるべきものを解くであろう。さて、お前、座に着く者に関することは、これらのことであり、これらに類することである。」