Epistula Clementis ad Iacobum 14.1
Ἕοικεν γὰρ ὅλον τὸ πρᾶγμα τῆς ἐκκλησίας νηΐ μεγάλῃ, διὰ σφοδροῦ χειμῶνος ἄνδρας φερούσῃ ἐκ πολλῶν τόπων ὄντας καὶ μίαν τινὰ ἀγαθῆς βασιλείας πόλιν οἰκεῖν θέλοντας.
「というのも、教会という営み全体は、大きな一艘の船に似ているからである。激しい嵐の中を、多くの土地から来た人々を乗せて運び、彼らは皆、善き王国のある一つの都に住むことを望んでいる。」
Epistula Clementis ad Iacobum 14.2
ἔστω μὲν οὖν ὑμῖν ὁ ταύτης δεσπότης Θεός, καὶ παρεικάσθω ὁ μὲν κυβερνήτης Χριστῷ, ὁ πρωρεὺς ἐπισκόπῳ, οἱ ναῦται πρεσβυτέροις, οἱ τοίχαρχοι διακόνοις, οἱ ναυστολόγοι τοῖς κατηχοῦσιν , τοῖς ἐπιβάταις τὸ τῶν ἀδελφῶν πλῆθος, τῷ βυθῷ ὁ κόσμος, αἱ ἀντίπνοιαι τοῖς πειρασμοῖς, οἱ δὲ διωγμοὶ καὶ οἱ κίνδυνοι καὶ παντοδαπαὶ θλίψεις ταῖς τρικυμίαις, τὰ δὲ ἀπόγεια τῶν χειμάῤῥων καὶ τὰ φυσήματα ταῖς τῶν πλάνων καὶ ψευδοπροφητῶν ὁμιλίαις, τὰ δὲ ἀκρωτήρια καὶ τὰ τραχέα τῶν τόπων τοῖς ἐν ὑπεροχαῖς δεινὰ ἀπειλοῦσι δικασταῖς, διθάλασσοι δὲ καὶ θηριώδεις τόποι τοῖς ἀλογίστοις καὶ ἐνδοιάζουσι περὶ τῶν τῆς ἀληθείας ἐπαγγελμάτων οἱ ὑποκριταὶ τοῖς πειραταῖς παρεικασμένοι νοείσθωσαν πλὴν ἰχυρὰν ΐλιγγα καὶ ταρταρείαν χάρυβδιν καὶ φόνια προσρήγματα καὶ θανατώδεις διαλύσεις μόνας τὰς ἁμαρτίας εἶναι νομίζετε.
「それゆえ、諸君にとってこの船の主宰者は神であれ。そして、舵取りはキリストに、舳先の見張りは監督に、水夫は長老たちに、舷の長は奉仕者たちに、船賃を集める者は教えを授ける者たちに、乗客は兄弟たちの群れに、深みは世に、逆風は試練に見立てられよ。迫害と危険とあらゆる苦難は大波に、奔流の陸風と突風は迷わす者たちと偽預言者たちの講話に、岬と岩がちの所は高い地位にあって恐ろしい脅しをかける裁判官たちに、二つの海の出会う所と獣の巣くう所は分別を欠き真理の約束について疑いを抱く者たちに見立てられよ。偽善者たちは海賊に見立てられた者として理解されよ。ただし、力強い渦、タルタロスのカリュブディス、命取りの衝突、死をもたらす難破——これらであるのは罪だけだと考えよ。」
Epistula Clementis ad Iacobum 14.3
ἵνα οὖν ἐρίᾳ πλέοντες εἰς τὸν λιμένα τῆς ἐλπιζομένης πόλεως ἀκινδυνότερον ἐνεχθῆτε, ἐπηκόως εὔχεσθε· εὐχαὶ δὲ ἐπήκοοι γίνονται ταῖς εὐπραγίαις.
「それゆえ、順風に乗って進み、望みの都の港へとより危険少なく運ばれて行くために、聞き入れられるように祈れ。祈りが聞き入れられるのは、善き行いによってである。」