作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Clementis ad Iacobum

Caput XVIII 第XVIII章

Anonymous · Epistula Clementis ad Iacobum · 2 sectiones

Epistula Clementis ad Iacobum 18.1

1

Ἕνια δὲ καὶ ἀφ᾽ ἑαυτῶν νοεῖν ὀφείλετε, διὰ τὸ αὐτὸν μὴ δίνασθαι ἐν φανερῷ λέγειν διὰ τὰς ἐπιβουλάς· οἷον ἐὰν ἐχθραίνῃ τινί, μὴ ἀναμένετε αὐτὸν εἰπεῖν, τῷ δὲ μὴ προσαμιλλᾶσθε, ἀλλὰ φρονίμως ἕπεσθε αὐτοῦ τῷ βουλήματι, ἐχθροὶ γινόμενοι οἷς ἐχθραίνει, καὶ μὴ ὁμιλοῦντες οἷς μὴ ὁμιλεῖ· ἵνα ἕκαστος, ἐπιδικαζόμενος τοῦ πάντας φίλους ἔχειν, αὐτὸν διαλλάττων σώζηται, τῆς αὐτοῦ ἐπακούων ὁμιλίας.

「また、いくらかのことは、諸君自身で悟らねばならない。というのも、彼は陰謀のゆえに、公然と語ることができないからである。たとえば、もし彼が誰かに対して敵意を抱いているなら、彼が言うのを待ってはならない。かといって彼と張り合ってもならない。むしろ、思慮深く彼の意志に従い、彼が敵意を抱く者たちの敵となり、彼が交わらぬ者と交わらないようにせよ。それは、おのおのが、すべての者を友として持つことを求めながらも、彼の講話に聞き従いつつ、彼を和解させることによって救われるためである。」

Epistula Clementis ad Iacobum 18.2

2

εἰ δέ τις φίλος μὲν ᾖ οἶς αὐτὸς ἐχθραίνει, καὶ λαλεῖ οἷς αὐτὸς οὐχ ὁμιλεῖ, εἷς ἐστιν καὶ αὐτὸς τῶν ὀλοθρεύειν θελόντων τὴν ἐκκλησίαν· τῷ γὰρ σώματι συνὼν ὑμῖν, τῇ γνώμῃ μὴ ὤν μεθ᾽ ὑμῶν, καθ᾽ ὑμῶν ἐστιν, πολλῷ χείρων τῶν ἔξωθεν φαινομένων ἐχθρῶν, μετὰ δοκούσης φιλίας σκορπίζων τοὺς ἔσω.

「もし誰かが、彼が敵意を抱く者たちの友であり、彼が交わらない者たちと語り合うなら、その者もまた、教会を滅ぼし尽くそうとする者たちの一人である。なぜなら、肉体においては諸君とともにありながら、考えにおいては諸君とともにないなら、その者は諸君に敵対する者であり、外に現れている敵たちよりもはるかに悪しき者だからである——見せかけの友情をもって、内なる者たちを散らすのだから。」