Epistula Clementis ad Iacobum 1.1
Κλήμης Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπων ἐπισκόπῳ, διέποντι δὲ τὴν ᾽Ιερουσαλὴμ ἁγίαν Ἑβραίων ἐκκλησίαν καὶ τὰς πανταχῆ Θεοῦ προνοίᾳ ἱδρυθείσας καλῶς , σύν τε πρεσβυτέροις καὶ διακόνοις καὶ τοῖς λοιποῖς ἅπασιν ἀδελφοῖς, εἰρήνη εἴη πάντοτε.
クレメンスより、主にしてもろもろの監督の監督なるヤコブへ——ヘブライ人の聖なるエルサレムの教会、また至るところで神の摂理によって善く建てられた諸教会を治める方へ——長老たち、奉仕者たち、その他すべての兄弟たちとともに、平和が常にあらんことを。
Epistula Clementis ad Iacobum 1.2
Γνώριμο νἔστω σοι, κύριέ μου, ὅτι Σίμων, ὁ διὰ τὴν ἀληθῆ πίστιν καὶ τὴν ἀσφαλεστάτην αὐτοῦ τῆς διδασκαλίας ὑπόθεσιν τῆς ἐκκλησίας θεμέλιος εἶναι ὁρισθεὶς καὶ δἰ αὐτὸ τοῦτο ὑπ᾽ αὐτοῦ τοῦ Ἰησοῦ ἀψευδεῖ στόματι μετονομασθεὶς Πέτρος· ἡ ἀπαρχὴ τοῦ κυρίου ἡμῶν·
我が主よ、知られたし——シモン、すなわち、その真実の信仰と、その教えのきわめて確かな根拠とのゆえに教会の土台であると定められ、まさにそれゆえにイエスご自身によって、偽りなき口をもってペトロと改名された者、我々の主の初穂、
Epistula Clementis ad Iacobum 1.3
ὁ τῶν ἀποστόλων πρῶτος, ᾧ πρώτῳ ὁ πατὴρ τὸν υἱὸν ἀπεκάλυψεν· ὅν ὁ Χριστὸς εὐλόγως ἐμακάρισεν· ὁ κλητὸς καὶ ἐκλεκτὸς καὶ συνέστιος καὶ συνοδοίπορος· ὁ καλὸς καὶ δόκιμος μαθητής·
使徒たちの中の第一の者、父が子を初めて啓示された相手、キリストが理にかなって幸いなる者と宣した者、召された者、選ばれた者、食卓を共にする者、旅を共にする者、善き、是認された弟子——
Epistula Clementis ad Iacobum 1.4
ὁ τῆς δύσεως τὸ σκοτεινότερον τοῦ κόσμου μέρος ὡς πάντων ἱκανώτερος φωτίσαι κελευσθεὶς καὶ κατορθῶσαι δυνηθείς — καὶ δὴ μέχρι ποῦ μηκύνω τὸν λόγον, μὴ βουλόμενος σημῆναι τὸ λυποῦν, ὅ ἐξ ἀνάγκης κἄν βραδὺ πάντως εἰπεῖν με δεῖ;
西方の、世界の中でもとりわけ暗い部分を、誰よりもふさわしい者として照らすよう命じられ、かつそれを成し遂げることができた者——さて、どこまで言葉を長引かせようか。悲しみをもたらすことを告げまいと思いながらも、必要上、いかに遅くともついには言わねばならぬことを——
Epistula Clementis ad Iacobum 1.5
— οὗτος αὐτὸς, διὰ τὴν ἄμετρον πρὸς ἀνθρώπους στοργὴν σαφῶς, δημοσίᾳ, ἐπὶ τοῦ ἐνεστῶτος πονηροῦ, τὸν ἐσόμενον ἀγαθὸν ὅλῳ τῷ κόσμῳ μηνύσας βασιλέα, μέχρις ἐνταῦθα τῇ Ρώμῃ γενόμενος, θεοβουλήτῳ διδασκαλίᾳ σώζων ἀνθρώπους, αὐτὸς τοῦ νῦν βίου βιαίως τὸ ζῆν μετήλλαξεν.
この人自身が、人間たちへの限りない情愛のゆえに、明らかに、かつ公然と、今ある悪しき者を前にして、来たるべき善き王を全世界に告げ知らせつつ、ついにここローマに至り、神の御心による教えをもって人々を救いながら、その身は、今の世の生を、暴力のうちに去ったのである。