作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula Clementis ad Iacobum

Caput II 第II章

Anonymous · Epistula Clementis ad Iacobum · 5 sectiones

Epistula Clementis ad Iacobum 2.1

1

Πρὸς αὐταῖς δὲ ταῖς ἡμέραις αἷς ἤμελλεν τελευτᾷν, συνηθροισμένων τῶν ἀδελφῶν, αἰφνιδίως λαβόμενός μου τῆς χειρὸς ἐγερθεὶς ἐπὶ τῆς ἐκκλησίας ἔφη· ἀκούσατέ μου ἀδελφοὶ καὶ σύνδουλοι·

まさに彼が世を去ろうとしていたその日々、兄弟たちが集まっていたとき、彼は不意に私の手を取り、教会の中で立ち上がって言った。「私の言うことを聞け、兄弟たちよ、同じ僕たちよ。」

Epistula Clementis ad Iacobum 2.2

2

ἐπεὶ, ὡς ἐδιδάχθην ἀπὸ τοῦ με ἀποστείλαντος κυρίου τε καὶ διδασκάλου Ἰησοῦ Χριστοῦ, αἱ τοῦ θανάτου μου ἠγγίκασιν ἡμέραι, Κλήμεντα τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ, ᾧ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, τῷ ἀπ᾽ ἀρχῆς μοι μέχρι τοῦ τέλες συνοδεύσαντι καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντι·

「私を遣わした主にして教師なるイエス・キリストから教えられていたとおり、私の死の日々は近づいた。それゆえ、このクレメンスを、諸君のために監督に選び立てる。私は彼に、私の言葉の座を委ねる——彼は初めから終わりまで私に同行し、こうして私の講話のすべてを聞き届けた者である。」

Epistula Clementis ad Iacobum 2.3

3

συνελῶν ἐρῶ, ὅς ἐν πᾶσι πειρασμοῖς με κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη· ὃν πλείω πάντων πεπείραμαι θεοσεβῆ, φιλάνθρωπον, ἁγνόν, πολυμαθῆ, σώφρονα, ἀγαθὸν, δίκαιον , μακρόθυμον, καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας.

「手短に言おう——彼は、すべての試練において私とともにあずかり、信仰に踏みとどまる者と見出された。私は、彼が誰よりもまさって、神を敬い、人を愛し、清く、博識で、節制があり、善く、正しく、忍耐強く、また教えを受ける者たちの中のある者らの恩知らずをも雄々しく耐えるすべを知る者であることを、身をもって知っている。」

Epistula Clementis ad Iacobum 2.4

4

διὸ αὐτῷ μεταδίδωμι τὴν ἐξουσίαν τοῦ δεσμεύειν καὶ λύειν, ἵνα περὶ παντὸς οὗ ἄν χειροτονήσῃ ἐπὶ γῆς ἔσται δεδογματισμένον ἐν οὐρανοῖς. δήσει γὰρ ὃ δεῖ δεθῆναι, καὶ λύσει ὅ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας εἰδὼς κανόνα.

「それゆえ私は彼に、縛ることと解くことの権能を分け与える。彼が地上で選び立てるすべてのことが、天においても定められたこととなるためである。彼は、縛られるべきものを縛り、解かれるべきものを解くであろう——教会の規範を知る者として。」

Epistula Clementis ad Iacobum 2.5

5

αὐτοῦ οὖν ἀκούσατε, ὡς γνόντες ὅτι ὁ τῆς ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει· οὗ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμὸν ἔχειν.

「それゆえ彼の言葉を聞け——真理の座に着く者を悲しませる者は、キリストに対して罪を犯し、万物の父を怒らせるのだと知って。それゆえその者は生きないであろう。そして座に着く者自身もまた、医者の場を占めるべきであって、理性なき獣の激情を持つべきではない。」