Epistula Clementis ad Iacobum 17.1
Ταῦτα εἰπὼν καὶ τὰ τούτων πλείονα πάλιν τῷ πλήθει προσεμβλέψας εἶπεν· καὶ ὑμεῖς δέ, ἀγαπητοί μου ἀδελφοὶ καὶ σύνδουλοι, τῷ προκαθεζομένῳ ἀληθείας κατὰ πάντα ὑπείξατε, τοῦτο εἰδότες, ὅτι ὁ τοῦτον λυπήσας Χριστὸν, οὗ τὴν καθέδραν πεπίστευται, ἐκ ἐδέξατο, καὶ ὡς Χριστὸν μὴ δεξάμενος ὡς ἀθετήσας τὸν πατέρα λογισθήσεται, διὸ τῆς ἀγαθῆς βασιλείας ἀποβληθήσεται.
これらのことを言い、そしてこれよりも多くのことを言ったのち、再び群れに目を向けて彼は言った。「さて諸君もまた、私の愛する兄弟たち、同じ僕たちよ、真理の座に着く者にすべてにおいて従え。これを知りながら——この者を悲しませた者は、キリスト、すなわちこの者がその座を委ねられているキリストを、受け入れなかったのであり、キリストを受け入れなかった者として、父を拒んだ者と見なされるであろう。それゆえ、善き王国から追い出されるであろう。」
Epistula Clementis ad Iacobum 17.2
οὗ εἵνεκεν πειρᾶσθε, ἐν πάσαις συνόδοις συνέρχεσθαι, ἵνα μὴ ὡς λειποτάκται ὑπὸ τῆς τοῦ ταξιάρχου ἀθυμίας ἁμαρτίας ἔγκλημα λάβητε.
「それゆえ、あらゆる集会に集まるよう努めよ。隊長の落胆によって、脱走兵として罪の告発を受けることのないように。」
Epistula Clementis ad Iacobum 17.3
διὸ πρὸ πάντων οἱ πάντες τὰ ὑπὲρ αὐτοῦ φρονεῖτε, τοῦτο εἰδότες ὅτι δι᾽ ἕκαστον ὑμῶν ὁ πονηρὸς αὐτῷ μόνῳ τὸ πλεῖον ἐχθραίνων προσπολεμεῖ.
「それゆえ何よりもまず、諸君は皆、彼のために心を用いよ。これを知りながら——悪しき者は、諸君おのおののゆえに、彼一人に対してことさら敵意を抱き、攻め寄せてくるのだと。」
Epistula Clementis ad Iacobum 17.4
ὑμεῖς οὖν πειρᾶσθε, τῇ πρὸς αὐτὸν στοργῇ καὶ τῇ πρὸς ἀλλήλους εὐνοίᾳ διατελεῖν καὶ αὐτῷ ἐπακούειν, ἵνα καὶ αὐτὸς κουφίζηται καὶ ὑμεῖς σωθῆναι δυνηθῆτε.
「それゆえ諸君は、彼への情愛と、互いへの好意とをもって最後まで貫き通し、彼に聞き従うよう努めよ。それは、彼自身も軽くなることができ、諸君もまた救われることができるためである。」