Epistula II ad Corinthios 8.2
πηλὸς γάρ ἐσμεν εἰς τὴν χεῖρα τοῦ τεχνίτου: ὃν τρόπον γὰρ ὁ κεραμεύς, ἐὰν ποιῇ σκεῦος καὶ ἐν ταῖς χερσὶν αὐτοῦ διαστραφῇ ἣ συντριβῇ, πάλιν αὐτὸ ἀναπλάσσει, ἐὰν δὲ προφθάσῃ εἰς τὴν κάμινον τοῦ πυρὸς αὐτὸ βαλεῖν, οὐκέτι βοηθήσει αὐτῷ: οὕτως καὶ ἡμεῖς, ἕως ἐσμὲν ἐν τούτῳ τῷ κόσμῳ, ἐν τῇ σαρκὶ ἃ ἐπράξαμεν πονηρὰ μετανοήσωμεν ἐξ ὅλης τῆς καρδίας, ἵνα σωθῶμεν ὑπὸ τοῦ κυρίου, ἕως ἔχομεν καιρὸν μετανοίας.
我々は職人の手にある粘土だからである。陶工が器を作るとき、その手の中で器が歪んだり壊れたりすれば、再びこれを作り直す。しかし、これを火の窯に投げ入れてしまえば、もはや助けることができない。同じように我々も、この世にある間に、肉において行った悪しきことを、心を尽くして悔い改めよう。悔い改めの機会があるうちに、主によって救われるためである。
Epistula II ad Corinthios 8.3
μετὰ γὰρ τὸ ἐξελθεῖν ἡμᾶς ἐκ τοῦ κόσμον οὐκέτι δυνάμεθα ἐκεῖ ἐξομολογήσασθαι ἢ μετανοεῖν ἔτι.
我々がこの世から出て行った後には、もはやそこで告白することも、悔い改めることもできないからである。
Epistula II ad Corinthios 8.4
ὥστε, ἀδελφοί, ποιήσαντες τὸ θέλημα τοῦ πατρὸς καὶ τὴν σάρκα ἁγνὴν τηρήσαντες καὶ τὰς ἐντολὰς τοῦ κυρίου φυλάξαντες ληψόμεθα ζωὴν αἰώνιον.
それゆえ、兄弟たちよ、父の意志を行い、肉を清く保ち、主の戒めを守るなら、我々は永遠の命を得るであろう。
Epistula II ad Corinthios 8.5
λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ: Εἰ τὸ μικρὸν οὐκ ἐτηρήσατε, τὸ μέγα τίς ὑμῖν δώσει; λέγω γὰρ ὑμῖν, ὅτι ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν.
主は福音の中で言われる。「もし汝らが小さなことを守らなかったなら、誰が汝らに大きなことを与えようか。私は汝らに言う。ごく小さなことに忠実な者は、多くのことにも忠実である。」
Epistula II ad Corinthios 8.6
ἆρα οὖν τοῦτο λέγει: τηρήσατε τὴν σάρκα ἁγνὴν καὶ τὴν σφραγῖδα ἄσπιλον, ἵνα τὴν αἰώνιον ζωὴν ἀπολάβωμεν.
それでは、これはこう言っているのである。肉を清く、証印を汚れなく守れ、我々が永遠の命を受け取るために。