ローマのクレメンスc. 35–c. 99

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula II ad Corinthios

Caput XVII 第XVII章

Clement of Rome · Epistula II ad Corinthios · 7 sectiones

Epistula II ad Corinthios 17.1

1

Μετανοήσωμεν οὖν ἐξ ὅλης καρδίας, ἵνα μή τις ἡμῶν παραπόληται. εἰ γὰρ ἐντολὰς ἔχομεν ἵνα καὶ τοῦτο πράσσωμεν, ἀπὸ τῶν εἰδώλων ἀποσπᾶν καὶ κατηχεῖν, πόσῳ μᾶλλον ψυχὴν ἤδη γινώσκουσαν τὸν θεὸν οὐ δεῖ ἀπόλλυσθαι;

だから我々は、心を尽くして悔い改めよう。我々のうちの誰も滅びることのないためである。もし我々に、偶像から人を引き離し、教え導くというこの務めを行うべき命令があるのなら、すでに神を知っている魂が滅びてはならないことは、なおさらではないか。

Epistula II ad Corinthios 17.2

2

συλλάβωμεν οὖν ἑαυτοῖς καὶ τοὺς ἀσθενοῦντας ἀνάγειν περὶ τὸ ἀγαθόν, ὅπως σωθῶμεν ἅπαντες καὶ ἐπιστρέψωμεν ἀλλήλους καὶ νουθετήσωμεν.

だから我々は互いに助け合い、弱っている者たちをも善へと導き上げよう。我々すべてが救われ、互いに立ち返らせ、戒め合うためである。

Epistula II ad Corinthios 17.3

3

καὶ μὴ μόνον ἄρτι δοκῶμεν πιστεύειν καὶ προσέχειν ἐν τῷ νουθετεῖσθαι ἡμᾶς ὑπὸ τῶν πρεσβυτέρων, ἀλλὰ καὶ ὅταν εἰς οἶκον ἀπαλλαγῶμεν, μνημονεύωμεν τῶν τοῦ κυρίου ἐνταλμάτων καὶ μὴ ἀντιπαρελκώμεθα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν, ἀλλὰ πυκνότερον προσερχόμενοι πειρώμεθα προκόπτειν ἐν ταῖς ἐντολαῖς τοῦ κυρίον. ἵνα πάντες τὸ αὐτὸ φρονοῦντες συνηγμένοι ὦμεν ἐπὶ τὴν ζωήν:

また、長老たちから戒められている間だけ、信じ、心を留めているように見せかけるのではなく、家に帰ったときにも、主の戒めを思い起こし、世俗の欲望に引き戻されることなく、むしろより頻繁に集まりつつ、主の戒めにおいて進歩することを努めよう。それは、我々すべてが同じ思いを抱いて、命に向かって集められた者となるためである。

Epistula II ad Corinthios 17.4

4

εἶπεν γὰρ ὁ κύριος: Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, φυλὰς καὶ γλώσσας: τοῦτο δὲ λέγει τὴν ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ὅτε ἐλθὼν λυτρώσεται ἡμᾶς, ἕκαστον κατὰ τὰ ἔργα αὐτοῦ.

主はこう言われた。「私は、あらゆる国民、部族、言語を集めるために来る」と。これは、主の顕現の日のことを言っているのである。そのとき主は来て、我々のおのおのを、その行いに応じて贖われるであろう。

Epistula II ad Corinthios 17.5

5

καὶ ὄψονται τὴν δόξαν αὐτοῦ καὶ τὸ κράτος οἱ ἄπιστοι, καὶ ξενισθήσονται ἰδόντες τὸ βασίλειον τοῦ κόσμου ἐν τῷ Ἰησοῦ, λέγοντες: Οὐαὶ ἡμῖν, ὅτι σὺ ἦς, καὶ οὐκ ᾔδειμεν καὶ οὐκ ἐπιστεύομεν καὶ οὐκ ἐπειθόμεθα τοῖς πρεσβυτέροις τοῖς ἀναγγέλλουσιν ἡμῖν περὶ τῆς σωτηρίας ἡμῶν. καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί,

そして不信の者たちは、その栄光と力を見るであろう。そしてイエスのうちに世界の王国を見て驚き、こう言うであろう。「我々は禍いだ。あなたがおられたのに、我々は知らず、信じず、我々の救いについて告げ知らせる長老たちに従わなかった」と。彼らの蛆は絶えることなく、彼らの火は消えることなく、彼らはすべての肉の見せしめとなるであろう。

Epistula II ad Corinthios 17.6

6

τὴν ἡμέραν ἐκείνην λέγει τῆς κρίσεως, ὅταν ὄψονται τοὺς ἐν ἡμῖν ἀσεβήσαντας καὶ παραλογισαμένους τὰς ἐντολὰς Ἰησοῦ Χριστοῦ.

これは、裁きのかの日のことを言っているのである。そのとき、彼らは我々のうちで不敬虔を行い、イエス・キリストの戒めを曲げ用いた者たちを見るであろう。

Epistula II ad Corinthios 17.7

7

οἱ δὲ δίκαιοι εὐπραγήσαντες καὶ ὑπομείναντες τὰς βασάνους καὶ μισήσαντες τὰς ἡδυπαθείας τῆς ψυχῆς, ὅταν θεάσωνται τοὺς ἀστοχήσαντας καὶ ἀρνησαμένους διὰ τῶν λόγων ἢ διὰ τῶν ἔργων τὸν Ἰησοῦν, ὅπως κολάζονται δειναῖς βασάνοις πυρὶ ἀσβέστῳ, ἔσονται δόξαν διδόντες τῷ θεῷ αὐτῶν λέγοντες, ὅτι ἔσται ἐλπὶς τῷ δεδουλευκότι θεῷ ἐξ ὅλης καρδίας.

しかし正しい者たちは、善く行い、責め苦に耐え、魂の快楽を憎んだ者として、道を外れ、言葉によっても行いによってもイエスを否んだ者たちが、消えない火の恐ろしい責め苦によって罰せられるのを見るとき、自分たちの神に栄光を帰しつつ、心を尽くして神に仕えた者には希望があるであろう、と言うであろう。