Epistula II ad Corinthios 3.1
Τοσοῦτον οὖν ἔλεος ποιήσαντος αὐτοῦ εἰς ἡμᾶς, πρῶτον μέν, ὅτι ἡμεῖς οἱ ζῶντες τοῖς νεκροῖς θεοῖς οὐ θύομεν καὶ οὐ προσκυνοῦμεν αὐτοῖς, ἀλλὰ ἔγνωμεν δἰ αὐτοῦ τὸν πατέρα τῆς ἀληθείας: τίς ἡ γνῶσις ἡ πρὸς αὐτόν, ἢ τὸ μὴ ἀρνεῖσθαι δἰ οὖ ἔγνωμεν αὐτόν;
彼がこれほど大いなる憐れみを我々に施したからには、まず何よりも、生きている我々が死せる神々に犠牲を献げず、それらを拝まず、彼を通して真理の父を知ったのである。彼についての知識とは何か。それは、我々が彼を通して父を知った、その彼を否まないことにほかならない。
Epistula II ad Corinthios 3.2
λέγει δὲ καὶ αὐτός: Τὸν ὁμολογήσαντά με ἐνώπιον τῶν ἀνθρώπων. ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου.
彼自身もこう言う。「人々の前で私を言い表した者、私もその者を私の父の前で言い表そう。」
Epistula II ad Corinthios 3.3
οὗτος οὖν ἐστὶν ὁ μισθὸς ἡμῶν, ἐὰν οὖν ὁμολογήσωμεν δἰ οὖ ἐσώθημεν.
我々を救ってくださったその方を我々が言い表すなら、これこそが我々の報いである。
Epistula II ad Corinthios 3.4
ἐν τίνι δὲ αὐτὸν ὁμολογοῦμεν; ἐν τῷ ποιεῖν ἃ λέγει καὶ μὴ παρακούειν αὐτοῦ τῶν ἐντολῶν, καὶ μὴ μόνον χείλεσιν αὐτὸν τιμᾶν, ἀλλὰ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης τῆς διανοίας.
しかし、我々は何によって彼を言い表すのか。彼の言うことを行い、その戒めに背かず、唇だけで彼を敬うのではなく、心を尽くし、思いを尽くして敬うことによってである。
Epistula II ad Corinthios 3.5
λέγει δὲ καὶ ἐν τῷ Ἡσαΐᾳ: Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ’ ἐμοῦ.
またイザヤにもこう言う。「この民は唇で私を敬うが、その心は私から遠く離れている。」