Epistula II ad Corinthios 13.1
Ἀδελφοὶ οὖν, ἤδη ποτὲ μετανοήσωμεν, νήψωμεν ἐπὶ τὸ ἀγαθόν: μεστοὶ γάρ ἐσμεν πολλῆς ἀνοίας καὶ πονηρίας. ἐξαλείψωμεν ἀφ̓ ἡμῶν τὰ πρότερα ἁμαρτήματα καὶ μετανοήσαντες ἐκ ψυχῆς σωθῶμεν, καὶ μὴ γινώμεθα ἀνθρωπάρεσκοι μηδὲ θέλωμεν μόνον ἑαυτοῖς ἀρέσκειν, ἀλλὰ καὶ τοῖς ἔξω ἀνθρώποις ἐπὶ τῇ δικαιοσύνῃ, ἵνα τὸ ὄνομα δἰ ἡμᾶς μὴ βλασφημῆται.
兄弟たちよ、今こそ悔い改めよう、善に向かって目を覚まそう。我々は多くの愚かさと邪悪に満ちているからである。以前の罪過を我々から拭い去り、心から悔い改めて救われよう。人にへつらう者とならず、自分自身に気に入られることだけを願うのでもなく、外なる人々にも正義によって気に入られるようにしよう。それは、御名が我々のゆえに冒瀆されないためである。
Epistula II ad Corinthios 13.2
λέγει γὰρ ὁ κύριος: Διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν πᾶσιν τοῖς ἔθνεσιν, καὶ πάλιν: Οὐαὶ δἰ ὃν βλασφημεῖται τὸ ὄνομά μου. ἐν τίνι βλασφημεῖται; ἐν τῷ μὴ ποιεῖν ὑμᾶς ἃ βούλομαι.
主はこう言われる。「私の名は絶えず、あらゆる異邦人の中で冒瀆されている」と。また、「私の名が冒瀆される因となる者は禍いである。何によって冒瀆されるのか。汝らが私の望むことを行わないことによってである」と。
Epistula II ad Corinthios 13.3
τὰ ἔθνη γὰρ ἀκούοντα ἐκ τοῦ στόματος ἡμῶν τὰ λόγια τοῦ θεοῦ ὡς καλὰ καὶ μεγάλα θαυμάζει: ἔπειτα καταμαθόντα τὰ ἔργα ἡμῶν ὅτι οὐκ ἔστιν ἄξια τῶν ῥημάτων ὧν λέγομεν, ἔνθεν εἰς βλασφημίαν τρέπονται, λέγοντες εἶναι μῦθόν τινα καὶ πλάνην.
異邦人は、我々の口から神の御言葉を聞くとき、それを善く偉大なものとして驚嘆する。しかしその後、我々の行いが我々の語る言葉にふさわしくないと知ると、そこから冒瀆へと転じ、それを何かの作り話であり迷妄であると言うのである。
Epistula II ad Corinthios 13.4
ὅταν γὰρ ἀκούσωσιν παῤ ἡμῶν, ὅτι λέγει ὁ θεός: Οὐ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ἀλλὰ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἐχθροὺς καὶ τοὺς μισοῦντας ὑμᾶς: ταῦτα ὅταν ἀκούσωσιν, θαυμάζουσιν τὴν ὑπερβολὴν τῆς ἀγαθότητος: ὅταν δὲ ἴδωσιν, ὅτι οὐ μόνον τοὺς μισοῦντας οὐκ ἀγαπῶμεν, ἀλλ’ ὅτι οὐδὲ τοὺς ἀγαπῶντας, καταγελῶσιν ἡμῶν, καὶ βλασφημεῖται τὸ ὄνομα.
彼らが我々から、神がこう言われるのを聞くときである。「汝らを愛する者たちを汝らが愛しても、それは汝らに恵みとはならない。しかし汝らの敵を、汝らを憎む者たちを愛するなら、それは汝らに恵みとなる」と。これを聞くとき、彼らは善性のあまりの大きさに驚嘆する。しかし、我々が、我々を憎む者たちを愛さないだけでなく、愛してくれる者たちさえ愛していないのを見るとき、彼らは我々を嘲笑い、御名は冒瀆される。