Epistula II ad Corinthios 1.1
Ἀδελφοί, οὕτως δεῖ ἡμᾶς φρονεῖν περὶ Ἰησοῦ Χριστοῦ, ὡς περὶ θεοῦ, ὡς περὶ κριτοῦ ζώντων καὶ νεκρῶν: καὶ οὐ δεῖ ἡμᾶς μικρὰ φρονεῖν περὶ τῆς σωτηρίας ἡμῶν.
兄弟たちよ、我々はイエス・キリストについて、神について思うがごとく、生ける者と死せる者との審判者について思うがごとく、思わねばならない。そして我々は自分たちの救いについて些細に思ってはならない。
Epistula II ad Corinthios 1.2
ἐν τῷ γὰρ φρονεῖν ἡμᾶς μικρὰ περὶ αὐτοῦ, μικρὰ καὶ ἐλπίζομεν λαβεῖν: καὶ οἱ ἀκούοντες ὡς περὶ μικρῶν ἁμαρτάνουσιν, καὶ ἡμεῖς ἁμαρτάνομεν οὐκ εἰδότες, πόθεν ἐκλήθημεν καὶ ὑπὸ τίνος καὶ εἰς ὃν τόπον, καὶ ὅσα ὑπέμεινεν Ἰησοῦς Χριστὸς παθεῖν ἕνεκα ἡμῶν.
我々が彼について些細に思うなら、受け取ることを望むものもまた些細である。それを些細な事柄として聞く者たちは罪を犯している。我々もまた罪を犯している。我々がどこから、誰によって、どの場所へと召されたかを知らず、イエス・キリストが我々のためにどれほどのことを忍んで苦しみを受けたかを知らないからである。
Epistula II ad Corinthios 1.3
τίνα οὖν ἡμεῖς αὐτῷ δώσομεν ἀντιμισθίαν, ἢ τίνα καρπὸν ἄξιον οὖ ἡμῖν αὐτὸς ἔδωκεν; πόσα δὲ αὐτῷ ὀφείλομεν ὅσια;
それでは、我々は彼にどのような返礼を与えようか。あるいは、彼が我々に与えたものにふさわしい、どのような実を与えようか。我々は彼にどれほど多くの敬虔な務めを負っているだろうか。
Epistula II ad Corinthios 1.4
τὸ φῶς γὰρ ἡμῖν ἐχαρίσατο, ὡς πατὴρ υἱοὺς ἡμᾶς προσηγόρευσεν, ἀπολλυμένους ἡμᾶς ἔσωσεν.
彼は我々に光を賜り、父が子らを呼ぶように我々を呼び、滅びゆく我々を救ったのである。
Epistula II ad Corinthios 1.5
ποῖον οὖν αἶνον αὐτῷ δώσομεν ἡ μισθὸν ἀντιμισθίας ὦν ἐλάβομεν;
それでは、我々が受けたものへの返礼として、どのような賛美、あるいはどのような報いを彼に与えようか。
Epistula II ad Corinthios 1.6
πηροὶ ὄντες τῇ διανοίᾳ, προσκυνοῦντες λίθους καὶ ξύλα καὶ χρυσὸν καὶ ἄργυρον καὶ χαλκόν, ἔργα ἀνθρώπων: καὶ ὁ βίος ἡμῶν ὅλος ἄλλο οὐδὲν ἦν εἰ μὴ θάνατος. ἀμαύρωσιν οὖν περικείμενοι καὶ τοιαύτης ἀχλύος γέμοντες ἐν τῇ ὁράσει, ἀνεβλέψαμεν ἀποθέμενοι ἐκεῖνο ὃ περικείμεθα νέφος τῇ αὐτοῦ θελήσει.
我々は思いにおいて盲いていた。石や木や金や銀や青銅を、人間の手の業を拝んでいた。そして我々の生涯はすべて、死にほかならなかった。こうして我々は暗さに包まれ、視力にはそのような霧が満ちていたが、彼の意志によって、我々を包んでいた雲を脱ぎ捨て、目が開かれたのである。
Epistula II ad Corinthios 1.7
ἠλέησεν γὰρ ἡμᾶς καὶ σπλαγχνισθεὶς ἔσωσεν, θεασάμενος ἐν ἡμῖν πολλὴν πλάνην καὶ ἀπώλειαν, καὶ μηδεμίαν ἐλπίδα ἔχοντας σωτηρίας, εἰ μὴ τὴν παῤ αὐτοῦ.
彼は我々を憐れみ、深く憐れんで救ったのである。我々のうちに多くの迷いと滅びを見、我々が彼からの他には救いの望みを何一つ持っていないのを見たからである。
Epistula II ad Corinthios 1.8
ἐκάλεσεν γὰρ ἡμᾶς οὐκ ὄντας καὶ ἠθέλησεν ἐκ μὴ ὄντος εἶναι ἡμᾶς.
彼は存在していなかった我々を召し、無から我々を存在させることを望んだのである。