ローマのクレメンスc. 35–c. 99

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula II ad Corinthios

Caput V 第V章

Clement of Rome · Epistula II ad Corinthios · 7 sectiones

Epistula II ad Corinthios 5.1

1

Ὅθεν, ἀδελφοί, καταλείψαντες τὴν παροικίαν τοῦ κόσμου τούτου ποιήσωμεν τὸ θέλημα τοῦ καλέσαντος ἡμᾶς, καὶ μὴ φοβηθῶμεν ἐξελθεῖν ἐκ τοῦ κόσμου τούτου.

それゆえ、兄弟たちよ、我々はこの世における仮住まいを離れて、我々を召した方の意志を行おう。そして、この世から出て行くことを恐れないようにしよう。

Epistula II ad Corinthios 5.2

2

λέγει γὰρ ὁ κύριος Ἔσεσθε ὡς ἀρνία ἐν μέσῳ λύκων.

主は言われる。「汝らは狼たちの中の子羊のようになるだろう。」

Epistula II ad Corinthios 5.3

3

ἀποκριθεὶς δὲ ὁ Πέτρος αὐτῷ λέγει: Ἐὰν οὖν διασπαράξωσιν οἱ λύκοι τὰ ἀρνία;

するとペトロは彼に答えて言う。「では、狼たちが子羊を引き裂いたらどうなるのですか。」

Epistula II ad Corinthios 5.4

4

εἶπεν ὁ Ἰησοῦς τῷ Πέτρῳ: Μὴ φοβείσθωσαν τὰ ἀρνία τοὺς λύκους μετὰ τὸ ἀποθανεῖν αὐτά: καὶ ὑμεῖς μὴ φοβεῖσθε τοὺς ἀποκτέννοντας ὑμᾶς καὶ μηδὲν ὑμῖν δυναμένους ποιεῖν, ἀλλὰ φοβεῖσθε τὸν μετὰ τὸ ἀποθανεῖν ὑμᾶς ἔχοντα ἐξουσίαν ψυχῆς καὶ σώματος τοῦ βαλεῖν εἰς γέενναν πυρός.

イエスはペトロに言われた。「子羊たちは、死んだ後には狼たちを恐れてはならない。汝らも、汝らを殺す者たちを恐れるな。彼らは汝らに対して何もできないからである。むしろ、汝らが死んだ後に、魂と肉体とを火のゲヘナに投げ込む権威を持つ方を恐れよ。」

Epistula II ad Corinthios 5.5

5

καὶ γινώσκετε, ἀδελφοί, ὅτι ἡ ἐπιδημία ἡ ἐν τῷ κόσμῳ τούτῳ τῆς σαρκὸς ταύτης μικρά ἐστιν καὶ ὀλιγοχρόνιος, ἡ δὲ ἐπαγγελία τοῦ Χριστοῦ μεγάλη καὶ θαυμαστή ἐστιν, καὶ ἀνάπαυσις τῆς μελλούσης βασιλείας καὶ ζωῆς αἰωνίου.

そして知れ、兄弟たちよ、この世におけるこの肉の滞在は小さく、しばしの間のものであるが、キリストの約束は大いなる、驚くべきものであり、来たるべき王国と永遠の命の安息である。

Epistula II ad Corinthios 5.6

6

τί οὖν ἐστὶν ποιήσαντας ἐπιτυχεῖν αὐτῶν, εἰ μὴ τὸ ὁσίως καὶ δικαίως ἀναστρέφεσθαι καὶ τὰ κοσμικὰ ταῦτα ὡς ἀλλότρια ἡγεῖσθαι καὶ μὴ ἐπιθυμεῖν αὐτῶν;

それでは、それらを得るために行うべきことは何であろうか。敬虔に、正しく生き、この世のものどもを他人のものと見なし、それらを欲しないことのほかにはない。

Epistula II ad Corinthios 5.7

7

ἐν γὰρ τῷ ἐπιθυμεῖν ἡμᾶς κτήσασθαι ταῦτα ἀποπίπτομεν τῆς ὁδοῦ τῆς δικαίας.

我々がこれらのものを得ようと欲するとき、我々は正しい道から落ちるのである。