ローマのクレメンスc. 35–c. 99

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula II ad Corinthios

Caput XIX 第XIX章

Clement of Rome · Epistula II ad Corinthios · 4 sectiones

Epistula II ad Corinthios 19.1

1

Ὥστε, ἀδελφοὶ καὶ ἀδελφαί, μετὰ τὸν θεὸν τῆς ἀληθείας ἀναγινώσκω ὑμῖν ἔντευξιν εἰς τὸ προσέχειν τοῖς γεγραμμένοις, ἵνα καὶ ἑαυτοὺς σώσητε καὶ τὸν ἀναγινώσκοντα ἐν ὑμῖν. μισθὸν γὰρ αἰτῶ ὑμᾶς τὸ μετανοῆσαι ἐξ ὅλης καρδίας, σωτηρίαν ἑαυτοῖς καὶ ζωὴν διδόντας. τοῦτο γὰρ ποιήσαντες σκοπὸν πᾶσιν τοῖς νέοις θήσομεν, τοῖς βουλομένοις περὶ τὴν εὐσέβειαν καὶ τὴν χρηστότητα τοῦ θεοῦ φιλοπονεῖν.

だから、兄弟たち、姉妹たちよ、真理の神に続いて、書かれたことに心を留めるようにとの勧めを諸君に読み聞かせる。それは、諸君自身と、諸君のうちで読む者とを救うためである。私が諸君に求める報いは、心を尽くして悔い改め、自分自身に救いと命を与えることである。これを行うことによって、敬虔と神の慈しみとのために励もうとするすべての若者たちに、目標を立てることになるであろう。

Epistula II ad Corinthios 19.2

2

καὶ μὴ ἀηδῶς ἔχωμεν καὶ ἀγανακτῶμεν οἱ ἄσοφοι, ὅταν τις ἡμᾶς νουθετῇ καὶ ἐπιστρέφῃ ἀπὸ τῆς ἀδικίας εἰς τὴν δικαιοσύνην. ἐνίοτε γὰρ πονηρὰ πράσσοντες οὐ γινώσκομεν διὰ τὴν διψυχίαν καὶ ἀπιστίαν τὴν ἐνοῦσαν ἐν τοῖς στήθεσιν ἡμῶν, καὶ ἐσκοτίσμεθα τὴν διάνοιαν ὑπὸ τῶν ἐπιθυμιῶν τῶν ματαίων.

愚かな我々は、誰かが我々を戒め、不正から正義へと立ち返らせるとき、不快に思い、憤ることのないようにしよう。というのも、我々は時に悪しきことを行いながら、それに気づかないことがある。我々の胸のうちにある二心と不信仰のゆえに、そして虚しい欲望によって我々の思いは暗くされているからである。

Epistula II ad Corinthios 19.3

3

πράξωμεν οὖν τὴν δικαιοσύνην, ἵνα εἰς τέλος σωθῶμεν. μακάριοι οἱ τούτοις ὑπακούοντες τοῖς προστάγμασιν: κἂν ὀλίγον χρόνον κακοπαθήσωσιν ἐν τῷ κόσμῳ τούτῳ, τὸν ἀθάνατον τῆς ἀναστάσεως καρπὸν τρυγήσουσιν.

だから我々は正義を行おう。終わりまで救われるためである。これらの命令に従う者たちは幸いである。たとえこの世界でしばらくの間苦しみを受けようとも、彼らは復活の不死なる実りを収穫することになるであろう。

Epistula II ad Corinthios 19.4

4

μὴ οὖν λυπείσθω ὁ εὐσεβής. ἐὰν ἐπὶ τοῖς νῦν χρόνοις ταλαιπωρῇ: μακάριος αὐτὸν ἀναμένει χρόνος: ἐκεῖνος ἄνω μετὰ τῶν πατέρων ἀναβιώσας εὐφρανθήσεται εἰς τὸν ἀλύπητον αἰῶνα.

だから、敬虔な者は、たとえ今の時に苦しみを受けようとも、悲しんではならない。幸いな時が彼を待っている。彼は上で父祖たちとともに甦り、悲しみのない世に喜びを得るであろう。