Epistula II ad Corinthios 20.1
Ἀλλὰ μηδὲ ἐκεῖνο τὴν διάνοιαν ὑμῶν ταρασσέτω, ὅτι βλέπομεν τοὺς ἀδίκους πλουτοῦντας καὶ στενοχωρουμένους τοὺς τοῦ θεοῦ δούλους.
しかし、不正な者たちが富み、神の僕たちが苦しめられているのを我々が見ることも、諸君の思いを乱すことがあってはならない。
Epistula II ad Corinthios 20.2
πιστεύωμεν οὖν, ἀδελφοὶ καὶ ἀδελφαί: θεοῦ ζῶντος πεῖραν ἀθλοῦμεν καὶ γυμναζόμεθα τῷ νῦν βίῳ, ἵνα τῷ μέλλοντι στεφανωθῶμεν.
だから、兄弟たち、姉妹たちよ、信じよう。我々は生ける神の試練において戦い、今のこの生において鍛えられている。それは、来たるべき世において冠を受けるためである。
Epistula II ad Corinthios 20.3
οὐδεὶς τῶν δικαίων ταχὺν καρπὸν ἔλαβεν, ἀλλ’ ἐκδέχεται αὐτόν.
正しい者は誰も、速やかな実りを受けたことはなく、それを待ち望んでいる。
Epistula II ad Corinthios 20.4
εἰ γὰρ τὸν μισθὸν τῶν δικαίων ὁ θεὸς συντόμως ἀπεδίδου, εὐθέως ἐμπορίαν ἠσκοῦμεν καὶ οὐ θεοσέβειαν: ἐδοκοῦμεν γὰρ εἶναι δίκαιοι, οὐ τὸ εὐσεβές, ἀλλὰ τὸ κερδαλέον διώκοντες. καὶ διὰ τοῦτο θεία κρίσις ἔβλαψεν πνεῦμα μὴ ὃν δίκαιον, καὶ ἐβάρυνεν δεσμοῖς.
もし神が正しい者たちの報いを速やかに返しておられたなら、我々はただちに敬神ではなく商いを行っていたであろう。というのも、我々は敬虔ではなく利益を追い求めながら、正しい者であるように見えていたであろうから。それゆえ、神の裁きは、正しくない霊を害し、枷をもって重くしたのである。
Epistula II ad Corinthios 20.5
Τῷ μόνῳ θεῷ ἀοράτῳ, πατρὶ τῆς ἀληθείας, τῷ ἐξαποστείλαντι ἡμῖν τὸν σωτῆρα καὶ ἀρχηγὸν τῆς ἀφθαρσίας, δἰ οὗ καὶ ἐφανέρωσεν ἡμῖν τὴν ἀλήθειαν καὶ τὴν ἐπουράνιον ζωήν, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Κλήμεντος πρὸς Κορινθίους ἐπιστολὴ β.
唯一の見えざる神に、真理の父に、我々に救い主、不朽の導き手を遣わされた方に、そしてこの方を通して我々に真理と天上の命とを顕された方に——この方に、世々限りなく栄光あれ。アーメン。クレメンスからコリントの人々へ、第二の書簡。