Epistula II ad Corinthios 11.1
Ἡμεῖς οὖν ἐν καθαρᾷ καρδίᾳ δουλεύσωμεν τῷ θεῷ, καὶ ἐσόμεθα δίκαιοι: ἐὰν δὲ μὴ δουλεύσωμεν διὰ τὸ μὴ πιστεύειν ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεοῦ, ταλαίπωροι ἐσόμεθα.
だから我々は、清い心をもって神に仕えよう。そうすれば我々は正しい者となる。もし神の約束を信じないゆえに仕えないなら、我々は惨めな者となるであろう。
Epistula II ad Corinthios 11.2
λέγει γὰρ καὶ ὁ προφητικὸς λόγος: Ταλαίπωροί εἰσιν οἱ δίψυχοι, οἱ διστάζοντες τῇ καρδίᾳ, οἱ λέγοντες: Ταῦτα πάλαι ἠκούσαμεν καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, ἡμεῖς δὲ ἡμέραν ἐξ ἡμέρας προσδεχόμενοι οὐδὲν τούτων ἑωράκαμεν.
預言の言葉もまたこう言っている。「二心の者たちは惨めである。心に疑いを抱き、こう言う者たちは。『これらのことは昔、我々の父たちの時代にも聞いた。しかし我々は日々待ち望みながら、これらのことを何一つ見なかった』と。」
Epistula II ad Corinthios 11.3
ἀνόητοι, συμβάλετε ἑαυτοὺς ξύλῳ: λάβετε ἄμπελον: πρῶτον μὲν φυλλοροεῖ, εἶτα βλαστὸς γίνεται, μετὰ ταῦτα ὄμφαξ, εἶτα σταφυλὴ παρεστηκυῖα.
「愚かな者たちよ、自分自身を木にたとえてみよ。葡萄の木を取れ。まず葉が落ち、それから芽が生じ、そのあと酸っぱい実がなり、それから熟れた房が実る。」
Epistula II ad Corinthios 11.4
οὕτως καὶ ὁ λαός μου ἀκαταστασίας καὶ θλίψεις ἔσχεν: ἔπειτα ἀπολήψεται τὰ ἀγαθά.
「同じように、私の民も混乱と苦難を経験した。しかしその後、善きものを受け取るであろう。」
Epistula II ad Corinthios 11.5
ὥστε, ἀδελφοί μου, μὴ διψυχῶμεν, ἀλλὰ ἐλπίσαντες ὑπομείνωμεν, ἵνα καὶ τὸν μισθὸν κομισώμεθα.
だから、私の兄弟たちよ、二心を抱くことなく、望みをもって耐え忍ぼう。それは報いを受け取るためである。
Epistula II ad Corinthios 11.6
πιστὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος τὰς ἀντιμισθίας ἀποδιδόναι ἐκάστῳ τῶν ἔργων αὐτοῦ.
報いをおのおのの業に応じて返すと約束された方は、真実である。
Epistula II ad Corinthios 11.7
ἐὰν οὖν ποιήσωμεν τὴν δικαιοσύνην ἐναντίον τοῦ θεοῦ, εἰσήξομεν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ ληψόμεθα τὰς ἐπαγγελίας, ἅς οὖς οὐκ ἤκουσεν οὐδὲ ὀφθαλμὸς εἶδεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
だから我々が神の前に正義を行うなら、その王国に入り、約束のものを受け取るであろう。それは耳が聞いたこともなく、目が見たこともなく、人の心に上ったこともないものである。