Epistula II ad Corinthios 14.1
Ὥστε, ἀδελφοί, ποιοῦντες τὸ θέλημα τοῦ πατρὸς ἡμῶν θεοῦ ἐσόμεθα ἐκ τῆς ἐκκλησίας τῆς πρώτης, τῆς πνευματικῆς, τῆς πρὸ ἡλίου καὶ σελήνης ἐκτισμένης. ἐὰν δὲ μὴ ποιήσωμεν τὸ θέλημα κυρίου, ἐσόμεθα ἐκ τῆς γραφῆς τῆς λεγούσης: Ἐγενήθη ὁ οἶκός μου σπήλαιον λῃστῶν. ὥστε οὖν αἱρετισώμεθα ἀπὸ τῆς ἐκκλησίας τῆς ζωῆς εἶναι, ἵνα σωθῶμεν.
だから、兄弟たちよ、我々の父なる神の御旨を行うなら、我々は最初の教会、霊的な教会、日と月より前に造られた教会に属する者となるであろう。しかし主の御旨を行わないなら、我々は「私の家は盗賊の巣となった」と言う聖書の側に属する者となるであろう。だから我々は、救われるために、命の教会に属する者であることを選び取ろう。
Epistula II ad Corinthios 14.2
οὐκ οἴομαι δὲ ὑμᾶς ἀγνοεῖν, ὅτι ἐκκλησία ζῶσα σῶμά ἐστιν Χριστοῦ: λέγει γὰρ ἡ γραφή: Ἐποίησεν ὁ θεὸς τὸν ἅνθρωπον ἅρσεν καὶ θῆλυ: τὸ ἄρσεν ἐστὶν ὁ Χριστός, τὸ θῆλυ ἡ ἐκκλησία: καὶ ἔτι τὰ βιβλία καὶ οἱ ἀπόστολοι τὴν ἐκκλησίαν οὐ νῦν εἶναι λέγουσιν ἀλλὰ ἄνωθεν. ἦν γὰρ πνευματική, ὡς καὶ ὁ Ἰησοῦς ἡμῶν, ἐφανερώθη δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ἵνα ἡμᾶς σώσῃ.
生ける教会がキリストの肉体であることを、諸君が知らずにいるとは思わない。聖書はこう言っている。「神は人を男と女とに造られた」と。男とはキリストのことであり、女とは教会のことである。そしてさらに、諸書と使徒たちは、教会が今あるのではなく、初めからあると言っている。教会は霊的なものであったが、我々のイエスと同じく、終わりの日々に現れたのである。我々を救うためである。
Epistula II ad Corinthios 14.3
ἡ ἐκκλησία δὲ πνευματικὴ οὖσα ἐφανερώθη ἐν τῇ σαρκὶ Χριστοῦ, δηλοῦσα ἡμῖν, ὅτι ἐάν τις ἡμῶν τηρήσῃ αὐτὴν ἐν τῇ σαρκὶ καὶ μὴ φθείρῃ, ἀπολήψεται αὐτὴν ἐν τῷ πνεύματι τῷ ἁγίῳ: ἡ γὰρ σὰρξ αὕτη ἀντίτυπός ἐστιν τοῦ πνεύματος: οὐδεὶς οὖν τὸ ἀντίτυπον φθείρας τὸ αὐθεντικὸν μεταλήψεται. ἄρα οὖν τοῦτο λέγει, ἀδελφοί: τηρήσατε τὴν σάρκα, ἵνα τοῦ πνεύματος μεταλάβητε.
教会は霊的なものでありながら、キリストの肉において現れた。それは我々に示すためである。すなわち、我々のうちの誰かがこれを肉において保ち、損なわないなら、聖なる霊においてこれを受け取るであろう、ということを。この肉は霊の型だからである。だから、その型を損なった者は、本体にあずかることはない。だから、これはこう言っているのである、兄弟たちよ。「肉を保て、それは霊にあずかるためである」と。
Epistula II ad Corinthios 14.4
εἰ δὲ λέγομεν εἶναι τὴν σάρκα τὴν ἐκκλησίαν καὶ τὸ πνεῦμα Χριστόν. ἄρα οὖν ὁ ὑβρίσας τὴν σάρκα ὕβρισεν τὴν ἐκκλησίαν. ὁ τοιοῦτος οὖν οὐ μεταλήψεται τοῦ πνεύματος, ὅ ἐστιν ὁ Χριστός.
そして、肉が教会であり、霊がキリストであると我々が言うのであれば、肉を辱めた者は教会を辱めたことになる。このような者は、キリストである霊にあずかることはない。
Epistula II ad Corinthios 14.5
τοσαύτην δύναται ἡ σὰρξ αὕτη μεταλαβεῖν ζωὴν καὶ ἀφθαρσίαν κολληθέντος αὐτῇ τοῦ πνεύματος τοῦ ἁγίου, οὔτε ἐξειπεῖν τις δύναται οὔτε λαλῆσαι ἃ ἡτοίμασεν ὁ κύριος τοῖς ἐκλεκτοῖς αὐτοῦ.
この肉は、聖なる霊がこれに結び合わされることで、それほど大きな命と不朽とにあずかることができる——主がその選ばれた者たちのために備えられたことを、誰一人語り尽くすことも言い表すこともできないほどに。