ローマのクレメンスc. 35–c. 99

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Epistula II ad Corinthios

Caput VI 第VI章

Clement of Rome · Epistula II ad Corinthios · 9 sectiones

Epistula II ad Corinthios 6.1

1

Λέγει δὲ ὁ κύριος: Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν. ἐὰν ἡμεῖς θέλωμεν καὶ θεῷ δουλεύειν καὶ μαμωνᾷ, ἀσύμφορον ἡμῖν ἐστίν.

主は言われる。「いかなる僕も二人の主人に仕えることはできない。」もし我々が神にもマモンにも仕えることを望むなら、それは我々にとって益にならない。

Epistula II ad Corinthios 6.2

2

τί γὰρ τὸ ὄφελος, ἐάν τις τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν ζημιωθῇ;

人が全世界を得ても、魂を失うなら、何の益があろうか。

Epistula II ad Corinthios 6.3

3

ἔστιν δὲ οὗτος ὁ αἰὼν καὶ ὁ μέλλων δύο ἐχθροί.

この世と来たるべき世とは、二つの敵である。

Epistula II ad Corinthios 6.4

4

οὗτος λέγει μοιχείαν καὶ φθορὰν καὶ φιλαργυρίαν καὶ ἀπάτην, ἐκεῖνος δὲ τούτοις ἀποτάσσεται.

この世は姦淫と堕落と金銭欲と欺きを説き、かの世はこれらを退ける。

Epistula II ad Corinthios 6.5

5

οὐ δυνάμεθα οὖν τῶν δύο φίλοι εἶναι: δεῖ δὲ ἡμᾶς τούτῳ ἀποταξαμένους ἐκείνῳ χρᾶσθαι

それゆえ我々は、二つのものの友となることはできない。我々はこの世を退けて、かの世を用いねばならない。

Epistula II ad Corinthios 6.6

6

οἰόμεθα. ὅτι βέλτιόν ἐστιν τὰ ἐνθάδε μισῆσαι, ὅτι μικρὰ καὶ ὀλιγοχρόνια καὶ φθαρτά, ἐκεῖνα δὲ ἀγαπῆσαι, τὰ ἀγαθὰ τὰ ἄφθαρτα.

我々は、ここにあるものは小さく、しばしのもので、朽ちるものであるから憎むべきであり、かの朽ちない善きものどもを愛すべきである、と考える。

Epistula II ad Corinthios 6.7

7

ποιοῦντες γὰρ τὸ θέλημα τοῦ Χριστοῦ εὑρήσομεν ἀνάπαυσιν: εἰ δὲ μήγε, οὐδὲν ἡμᾶς ῥύσεται ἐκ τῆς αἰωνίου κολάσεως, ἐὰν παρακούσωμεν τῶν ἐντολῶν αὐτοῦ.

キリストの意志を行うなら、我々は安息を見出すだろう。しかし、そうでなければ、もし我々が彼の戒めに背くなら、何ものも我々を永遠の懲罰から救い出さないであろう。

Epistula II ad Corinthios 6.8

8

λέγει δὲ καὶ ἡ γραφὴ ἐν τῷ Ἰεζεκιήλ. ὅτι ἐὰν ἀναστῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, οὐ ῥύσονται τὰ τέκνα αὐτῶν ἐν τῇ αἰχμαλωσίᾳ.

また聖書はエゼキエルの中でも言う。「たとえノアとヨブとダニエルが立ち上がっても、彼らは捕囚のうちにある自分の子らを救い出さないであろう。」

Epistula II ad Corinthios 6.9

9

εἰ δὲ καὶ οἱ τοιοῦτοι δίκαιοι οὐ δύνανται ταῖς ἑαυτῶν δικαιοσύναις ῥύσασθαι τὰ τέκνα αὐτῶν, ἡμεῖς, ἐὰν μὴ τηρήσωμεν τὸ βάπτισμα ἁγνὸν καὶ ἀμίαντον, ποίᾳ πεποιθήσει εἰσελευσόμεθα εἰς τὸ βασίλειον τοῦ θεοῦ; ἣ τίς ἡμῶν παράκλητος ἔσται, ἐὰν μὴ εὑρεθῶμεν ἔργα ἔχοντες ὅσια καὶ δίκαια;

それほどの正しい者たちでさえ、自分自身の正義によって自分の子らを救い出すことができないとすれば、我々が洗礼を清く汚れなく守らなければ、どのような確信をもって神の王国に入って行くことができようか。また、我々が敬虔で正しい業を持つ者と見出されなければ、誰が我々の弁護者となるだろうか。