Epistula II ad Corinthios 4.1
Μὴ μόνον οὖν αὐτὸν καλῶμεν κύριον: οὐ γὰρ τοῦτο σώσει ἡμᾶς.
それゆえ、我々は彼をただ主と呼ぶだけであってはならない。それだけでは我々を救わないからである。
Epistula II ad Corinthios 4.2
λέγει γάρ: Οὐ πᾶς ὁ λέγων μοι: Κύριε, κύριε, σωθήσεται, ἀλλ’ ὁ ποιῶν τὴν δικαιοσύνην.
彼はこう言う。「私に『主よ、主よ』と言う者がみな救われるのではなく、正義を行う者が救われる。」
Epistula II ad Corinthios 4.3
ὥστε οὖν, ἀδελφοί, ἐν τοῖς ἔργοις αὐτὸν ὁμολογῶμεν, ἐν τῷ ἀγαπᾶν ἑαυτούς, ἐν τῷ μὴ μοιχᾶσθαι μηδὲ καταλαλεῖν ἀλλήλων μηδὲ ζηλοῦν, ἀλλ’ ἐγκρατεῖς εἶναι, ἐλεήμονας, ἀγαθούς: καὶ συμπάσχειν ἀλλήλοις ὀφείλομεν, καὶ μὴ φιλαργυρεῖν. ἐν τούτοις τοῖς ἔργοις ὁμολογῶμεν αὐτὸν καὶ μὴ ἐν τοῖς ἐναντίοις:
それゆえ、兄弟たちよ、我々は業によって彼を言い表そう。互いに愛し合うことによって、姦淫せず、互いに悪口を言わず、妬まず、むしろ自制し、憐れみ深く、善くあることによって。また我々は互いに苦しみを共にすべきであり、金銭を愛してはならない。これらの業によって我々は彼を言い表すべきであり、その反対の業によってではない。
Epistula II ad Corinthios 4.4
καὶ οὐ δεῖ ἡμᾶς φοβεῖσθαι τοὺς ἀνθρώπους μᾶλλον, ἀλλὰ τὸν θεόν.
また我々は、人間を恐れるよりもむしろ神を恐れねばならない。
Epistula II ad Corinthios 4.5
διὰ τοῦτο, ταῦτα ὑμῶν πρασσόντων, εἶπεν ὁ κύριος: Ἐὰν ἦτε μετ’ ἐμοῦ συνηγμένοι ἐν τῷ κόλπῳ μου καὶ μὴ ποιῆτε τὰς ἐντολάς μου, ἀποβαλῶ ὑμᾶς καὶ ἐρῶ ὑμῖν: Ὑπάγετε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ, ἐργάται ἀνομίας.
それゆえ、諸君がこれらのことを行っているとき、主は言われた。「もし汝らが私と共に、私の懐に集められていながら、私の戒めを行わないなら、私は汝らを追い出し、汝らにこう言おう。『私から離れて行け。汝らがどこから来たか、私は知らない。不法を行う者たちよ。』」