Fragmenta saeculi secundi apud Eusebium servata 4.3.1
Τραϊανοῦ δὲ ἐφ’ ὅλοις ἔτεσιν εἴκοσι τὴν ἀρχὴν μησὶν ἓξ δέουσιν κρατήσαντος, Αἴλιος Ἁδριανὸς διαδέχεται τὴν ἡγεμονίαν. τούτῳ Κοδρᾶτος λόγον προσφωνήσας ἀναδίδωσιν, ἀπολογίαν συντάξας ὑπὲρ τῆς καθ’ ἡμᾶς θεοσεβείας, ὅτι δή τινες πονηροὶ ἄνδρες τοὺς ἡμετέρους ἐνοχλεῖν ἐπειρῶντο· εἰς ἔτι δὲ φέρεται παρὰ πλείστοις τῶν ἀδελφῶν, ἀτὰρ καὶ παρ’ ἡμῖν τὸ σύγγραμμα· ἐξ οὗ κατιδεῖν ἔστιν λαμπρὰ τεκμήρια τῆς τε τοῦ ἀνδρὸς διανοίας καὶ τῆς ἀποστολικῆς ὀρθοτομίας.
トラヤヌスが、その統治を丸二十年から六か月足りぬだけの間保った後、アイリオス・ハドリアヌスがその主権を継いだ。この人に、コドラトスは一つの言論を差し向けて捧げた。ある悪しき者たちが我々の同胞を悩ませようとしていたので、我々の敬神のために弁明を書き記したのである。その書は今なお、多くの兄弟たちのもとに、また我々のもとにも伝わっており、そこから、この人物の思慮と使徒的な正しい教えとの輝かしい証拠を見て取ることができる。
Fragmenta saeculi secundi apud Eusebium servata 4.3.2
ὁ δ’ αὐτὸς τὴν καθ’ ἑαυτὸν ἀρχαιότητα παραφαίνει δι’ ὧν ἱστορεῖ ταῦτα ἰδίαις φωναῖς· τοῦ δὲ σωτῆρος ἡμῶν τὰ ἔργα ἀεὶ παρῆν ἀληθῆ γὰρ ἦν, οἱ θεραπευθέντες, οἱ ἀναστάντες ἐκ νεκρῶν, οἳ οὐκ ὤφθησαν μόνον θεραπευόμενοι καὶ ἀνιστάμενοι, ἀλλὰ καὶ ἀεὶ παρόντες, οὐδὲ ἐπιδημοῦντος μόνον τοῦ σωτῆρος, ἀλλὰ καὶ ἀπαλλαγέντος ἦσαν ἐπὶ χρόνον ἱκανόν, ὥστε καὶ εἰς τοὺς ἡμετέρους χρόνους τινὲς αὐτῶν ἀφίκοντο.
同じこの人は、これらのことを自らの言葉で次のように伝えて、自分に関わる時代の古さを示している。我々の救い主のわざは常に現存していた。それらは真実であったからである。癒された者たち、死者の中から甦った者たちは、癒され甦るところを見られただけでなく、常に居合わせてもいたのであり、救い主がこの世におられた間だけでなく、去られた後もかなりの間、生き続けていた。そのため、彼らのうちのある者たちは我々の時代にまで達したのである。
Fragmenta saeculi secundi apud Eusebium servata 4.3.3
τοιοῦτος μὲν οὗτος· καὶ Ἀριστείδης δέ, πιστὸς ἀνὴρ τῆς καθ’ ἡμᾶς ὁρμώμενος εὐσεβείας, τῷ Κοδράτῳ παραπλησίως ὑπὲρ τῆς πίστεως ἀπολογίαν ἐπιφωνήσας Ἁδριανῷ καταλέλοιπεν· σῴζεται δέ γε εἰς δεῦρο παρὰ πλείστοις καὶ ἡ τούτου γραφή.
この人はこのようであった。アリスティデスもまた、我々の敬虔から出た信仰の人であって、コドラトスと同じように、信仰のための弁明をハドリアヌスに差し向けて残した。彼の書もまた、今なお多くの人々のもとに保たれている。