断片の伝わる二世紀の著作家たち2世紀

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Fragmenta saeculi secundi apud Eusebium servata

Liber III, Caput XXXIX 第III巻 第XXXIX章

The second-century writers whose fragments Eusebius preserved · Fragmenta saeculi secundi apud Eusebium servata · 17 sectiones

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.1

1

Ἡ μὲν οὖν τοῦ Κλήμεντος ὁμολογουμένη γραφὴ πρόδηλος, εἴρηται δὲ καὶ τὰ Ἰγνατίου καὶ Πολυκάρπου· τοῦ δὲ Παπία συγγράμματα πέντε τὸν ἀριθμὸν φέρεται, ἃ καὶ ἐπιγέγραπται Λογίων κυριακῶν ἐξηγήσεως. τούτων καὶ Εἰρηναῖος ὡς μόνων αὐτῷ γραφέντων μνημονεύει, ὧδέ πως λέγων· ταῦτα δὲ καὶ Παπίας ὁ Ἰωάννου μὲν ἀκουστής, Πολυκάρπου δὲ ἑταῖρος γεγονώς, ἀρχαῖος ἀνήρ, ἐγγράφως ἐπιμαρτυρεῖ ἐν τῇ τετάρτῃ τῶν ἑαυτοῦ βιβλίων. ἔστιν γὰρ αὐτῷ πέντε βιβλία συντεταγμένα.

さて、クレメンスの認められている文書は明白であり、イグナティオスとポリュカルポスのものについても既に述べられている。パピアスの著作は数にして五つあると伝えられており、それには『主の言葉の解釈』という題も付けられている。これらについてはエイレナイオスも、彼が書いたのはこれらだけだとして言及しており、およそ次のように言っている。これらのことは、ヨハネの聞き手であり、ポリュカルポスの仲間でもあった、古い時代の人物パピアスも、自分の書物の第四巻において文書をもって証ししている。彼によって編まれた五巻の書物があるからである。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.2

2

καὶ ὁ μὲν Εἰρηναῖος ταῦτα· αὐτός γε μὴν ὁ Παπίας κατὰ τὸ προοίμιον τῶν αὐτοῦ λόγων ἀκροατὴν μὲν καὶ αὐτόπτην οὐδαμῶς ἑαυτὸν γενέσθαι τῶν ἱερῶν ἀποστόλων ἐμφαίνει, παρειληφέναι δὲ τὰ τῆς πίστεως παρὰ τῶν ἐκείνοις γνωρίμων διδάσκει δι’ ὧν φησιν λέξεων·

エイレナイオスの言うところは以上である。しかしパピアス自身は、自らの論の序文において、聖なる使徒たちの聞く者にも目撃者にも決してならなかったことを示しており、信仰にかかわることは彼らの知己たちから受け継いだと、次のような文言で教えている。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.3

3

οὐκ ὀκνήσω δέ σοι καὶ ὅσα ποτὲ παρὰ τῶν πρεσβυτέρων καλῶς ἔμαθον καὶ καλῶς ἐμνημόνευσα, συγκατατάξαι ταῖς ἑρμηνείαις, διαβεβαιούμενος ὑπὲρ αὐτῶν ἀλήθειαν. οὐ γὰρ τοῖς τὰ πολλὰ λέγουσιν ἔχαιρον ὥσπερ οἱ πολλοί, ἀλλὰ τοῖς τἀληθῆ διδάσκουσιν, οὐδὲ τοῖς τὰς ἀλλοτρίας ἐντολὰς μνημονεύουσιν, ἀλλὰ τοῖς τὰς παρὰ τοῦ κυρίου τῇ πίστει δεδομένας καὶ ἀπ’ αὐτῆς παραγινομένας τῆς ἀληθείας·

私はお前のために、かつて長老たちから善く学び、善く記憶した限りのことを、それらについて真理を保証しつつ、解釈とともに編み入れることを厭わないであろう。私は、多くの者たちがそうするように、多くを語る者たちを喜んだのではなく、真実なことを教える者たちを喜び、他人の戒めを記憶する者たちではなく、主から信仰のために与えられ、真理そのものから出た戒めを記憶する者たちを喜んだのである。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.4

4

εἰ δέ που καὶ παρηκολουθηκώς τις τοῖς πρεσβυτέροις ἔλθοι, τοὺς τῶν πρεσβυτέρων ἀνέκρινον λόγους, τί Ἀνδρέας ἢ τί Πέτρος εἶπεν ἢ τί Φίλιππος ἢ τί Θωμᾶς ἢ Ἰάκωβος ἢ τί Ἰωάννης ἢ Ματθαῖος ἤ τις ἕτερος τῶν τοῦ κυρίου μαθητῶν ἅ τε Ἀριστίων καὶ ὁ πρεσβύτερος Ἰωάννης, τοῦ κυρίου μαθηταί, λέγουσιν. οὐ γὰρ τὰ ἐκ τῶν βιβλίων τοσοῦτόν με ὠφελεῖν ὑπελάμβανον ὅσον τὰ παρὰ ζώσης φωνῆς καὶ μενούσης.

また、もし長老たちに付き従った誰かがやって来ることでもあれば、私は長老たちの言葉を尋ねたものであった——アンデレは何を、あるいはペトロは何を語ったか、あるいはフィリポは、あるいはトマスは、あるいはヤコブは、あるいはヨハネは、あるいはマタイは、あるいは主の弟子たちのうちの他の誰かは何を語ったか、そしてアリスティオンと長老ヨハネ、すなわち主の弟子たちが何を語っているかを。書物から得られることが、生きて留まる声から得られることほど私を益するとは思わなかったからである。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.5

5

Ἔνθα καὶ ἐπιστῆσαι ἄξιον δὶς καθαρθμιοῦντι αὐτῷ τὸ Ἰωάννου ὄνομα, ὧν τὸν μὲν πρότερον Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ματθαίῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις συγκαταλέγει, σαφῶς δηλῶν τὸν εὐαγγελιστήν, τὸν δ’ ἕτερον Ἰωάννην, διαστείλας τὸν λόγον, ἑτέροις παρὰ τὸν τῶν ἀποστόλων ἀριθμὸν κατατάσσει, προτάξας αὐτοῦ τὸν Ἀριστίωνα, σαφῶς τε αὐτὸν πρεσβύτερον ὀνομάζει·

ここで、彼が二度にわたってヨハネの名を数え上げていることに、立ち止まる値打ちがある。そのうち先の方は、ペトロやヤコブやマタイや他の使徒たちと共に数え上げており、はっきりと福音記者を指し示している。しかし他方のヨハネについては、言葉を分けて、使徒たちの数とは別の人々のうちに位置づけ、その前にアリスティオンを置き、これをはっきりと長老と呼んでいる。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.6

6

ὡς καὶ διὰ τούτων ἀποδείκνυσθαι τὴν ἱστορίαν ἀληθῆ τῶν δύο κατὰ τὴν Ἀσίαν ὁμωνυμίᾳ κεχρῆσθαι εἰρηκότων δύο τε ἐν Ἐφέσῳ γενέσθαι μνήματα καὶ ἑκάτερον Ἰωάννου ἔτι νῦν λέγεσθαι· οἷς καὶ ἀναγκαῖον προσέχειν τὸν νοῦν, εἰκὸς γὰρ τὸν δεύτερον, εἰ μή τις ἐθέλοι τὸν πρῶτον, τὴν ἐπ’ ὀνόματος φερομένην Ἰωάννου ἀποκάλυψιν ἑορακέναι.

こうしたことによっても、アシアには同名を用いた二人の者がいたと語り、エフェソスには二つの墓があって、そのいずれもが今なおヨハネのものと呼ばれていると語った者たちの話が、真実であることが示される。これらのことにも注意を向ける必要がある。というのも、もし人が第一のヨハネを望まないなら、ヨハネの名で伝わっている黙示録を見たのは、おそらく第二のヨハネだからである。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.7

7

καὶ ὁ νῦν δὲ ἡμῖν δηλούμενος Παπίας τοὺς μὲν τῶν ἀποστόλων λόγους παρὰ τῶν αὐτοῖς παρηκολουθηκότων ὁμολογεῖ παρειληφέναι, Ἀριστίωνος δὲ καὶ τοῦ πρεσβυτέρου Ἰωάννου αὐτήκοον ἑαυτόν φησι γενέσθαι· ὀνομαστὶ γοῦν πολλάκις αὐτῶν μνημονεύσας ἐν τοῖς αὐτοῦ συγγράμμασιν τίθησιν αὐτῶν παραδόσεις.

そして今我々が示しているこのパピアスは、使徒たちの言葉については、彼らに付き従った者たちから受け継いだと自ら認めているが、アリスティオンと長老ヨハネについては、自分自身が直接聞いた者であると言っている。実際、彼は自分の著作の中でしばしば彼らの名を挙げて、彼らの伝承を書き記している。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.8

8

καὶ ταῦτα δ’ ἡμῖν οὐκ εἰς τὸ ἄχρηστον εἰρήσθω· ἄξιον δὲ ταῖς ἀποδοθείσαις τοῦ Παπία φωναῖς προσάψαι λέξεις ἑτέρας αὐτοῦ, δι’ ὧν παράδοξά τινα ἱστορεῖ καὶ ἄλλα ὡς ἂν ἐκ παραδόσεως εἰς αὐτὸν ἐλθόντα.

これらのことも、我々が無益に語ったのではないとしておこう。パピアスの示された言葉に、彼の別の文言を継ぎ足す値打ちがある。それらによって彼は、いくつかの驚くべきことや、伝承として彼のもとに来たと思われる他のことを伝えている。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.9

9

τὸ μὲν οὖν κατὰ τὴν Ἱεράπολιν Φίλιππον τὸν ἀπόστολον ἅμα ταῖς θυγατράσιν διατρῖψαι διὰ τῶν πρόσθεν δεδήλωται· ὡς δὲ κατὰ τοὺς αὐτοὺς ὁ Παπίας γενόμενος, διήγησιν παρειληφέναι θαυμασίαν ὑπὸ τῶν τοῦ Φιλίππου θυγατέρων μνημονεύει, τὰ νῦν σημειωτέον· νεκροῦ γὰρ ἀνάστασιν κατ’ αὐτὸν γεγονυῖαν ἱστορεῖ καὶ αὖ πάλιν ἕτερον παράδοξον περὶ Ἰοῦστον τὸν ἐπικληθέντα Βαρσαβᾶν γεγονός, ὡς δηλητήριον φάρμακον ἐμπιόντος καὶ μηδὲν ἀηδὲς διὰ τὴν τοῦ κυρίου χάριν ὑπομείναντος.

さて、ヒエラポリスにおいて使徒フィリポがその娘たちと共に過ごしたことは、前の箇所ですでに示されている。パピアスがその同じ時代の人であって、フィリポの娘たちから驚くべき物語を受け継いだと述べていることは、今ここに記しておくべきである。すなわち彼は、死者の復活が彼の時代に起こったことを伝えており、また、バルサバと呼ばれたユストについての、別の驚くべきこと——彼が毒薬を飲んだのに、主の恵みによって何も不快なことを被らなかったという話——を伝えている。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.10

10

τοῦτον δὲ τὸν Ἰοῦστον μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν τοὺς ἱεροὺς ἀποστόλους μετὰ Ματθία στῆσαί τε καὶ ἐπεύξασθαι ἀντὶ τοῦ προδότου Ἰούδα ἐπὶ τὸν κλῆρον τῆς ἀναπληρώσεως τοῦ αὐτῶν ἀριθμοῦ ἡ τῶν Πράξεων ὧδέπως ἱστορεῖ γραφή· καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν· καὶ προσευξάμενοι εἶπαν.

そしてこのユストを、救い主の昇天ののち、聖なる使徒たちがマティアと共に立たせ、裏切り者ユダに代わって彼らの数を満たすためのくじのために祈ったことを、『使徒言行録』の書はおよそこのように伝えている。「彼らは二人を立てた。バルサバと呼ばれ、ユストとも呼ばれたヨセフと、マティアとを。そして祈って言った。」

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.11

11

καὶ ἄλλα δὲ ὁ αὐτὸς ὡς ἐκ παραδόσεως ἀγράφου εἰς αὐτὸν ἥκοντα παρατέθειται ξένας τέ τινας παραβολὰς τοῦ σωτῆρος καὶ διδασκαλίας αὐτοῦ καί τινα ἄλλα μυθικώτερα·

また同じ人物は、書かれざる伝承として自分のもとに至った他のことも並べ挙げている——救い主のいくつかの奇妙な譬えや、その教え、そしてもっと作り話めいた他のいくつかのことである。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.12

12

ἐν οἷς καὶ χιλιάδα τινά φησιν ἐτῶν ἔσεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, σωματικῶς τῆς Χριστοῦ βασιλείας ἐπὶ ταυτησὶ τῆς γῆς ὑποστησομένης· ἃ καὶ ἡγοῦμαι τὰς ἀποστολικὰς παρεκδεξάμενον διηγήσεις ὑπολαβεῖν, τὰ ἐν ὑποδείγμασι πρὸς αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεορακότα.

それらの中で彼は、死者からの復活ののち、キリストの王国がまさにこの地の上に肉体をもって成り立つという、千年の期間があるだろうと述べている。私はこれを、彼が使徒的な物語を誤って受け取り、彼らが例をもって神秘的に語ったことを見て取らなかったためだと考える。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.13

13

σφόδρα γάρ τοι σμικρὸς ὢν τὸν νοῦν, ὡς ἂν ἐκ τῶν αὐτοῦ λόγων τεκμηράμενον εἰπεῖν, φαίνεται, πλὴν καὶ τοῖς μετ’ αὐτὸν πλείστοις ὅσοις τῶν ἐκκλησιαστικῶν τῆς ὁμοίας αὐτῷ δόξης παραίτιος γέγονεν τὴν ἀρχαιότητα τἀνδρὸς προβεβλημένοις, ὥσπερ οὖν Εἰρηναίῳ καὶ εἴ τις ἄλλος τὰ ὅμοια φρονῶν ἀναπέφηνεν.

というのも彼は、その言葉から推し測って言うならば、思慮が甚だ乏しかったと見えるからである。とはいえ彼は、自分以後の教会に属する者たちのうち実に多くの者が同様の見解を持つに至った、その原因ともなった。彼らはこの人物の古さを盾に取ったのであり、たとえばエイレナイオスがそうであり、同様に考えると明らかになった他の者たちもそうである。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.14

14

Καὶ ἄλλας δὲ τῇ ἰδίᾳ γραφῇ παραδίδωσιν Ἀριστίωνος τοῦ πρόσθεν δεδηλωμένου τῶν τοῦ κυρίου λόγων διηγήσεις καὶ τοῦ πρεσβυτέρου Ἰωάννου παραδόσεις· ἐφ’ ἃς τοὺς φιλομαθεῖς ἀναπέμψαντες, ἀναγκαίως νῦν προσθήσομεν ταῖς προεκτεθείσαις αὐτοῦ φωναῖς παράδοσιν ἣν περὶ Μάρκου τοῦ τὸ εὐαγγέλιον γεγραφότος ἐκτέθειται διὰ τούτων·

また彼は、自分自身の書のうちに、前に示したアリスティオンによる主の言葉の物語や、長老ヨハネの伝承をも伝え渡している。学びを好む者たちをそれらへ差し向けたうえで、我々は今、さきに示された彼の言葉に、福音書を書いたマルコについて彼が次のように述べている伝承を、必ず付け加えることにしよう。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.15

15

καὶ τοῦθ’ ὁ πρεσβύτερος ἔλεγεν· Μάρκος μὲν ἑρμηνευτὴς Πέτρου γενόμενος, ὅσα ἐμνημόνευσεν, ἀκριβῶς ἔγραψεν, οὐ μέντοι τάξει, τὰ ὑπὸ τοῦ κυρίου ἢ λεχθέντα ἢ πραχθέντα. οὔτε γὰρ ἤκουσεν τοῦ κυρίου οὔτε παρηκολούθησεν αὐτῷ, ὕστερον δέ, ὡς ἔφην, Πέτρῳ· ὃς πρὸς τὰς χρείας ἐποιεῖτο τὰς διδασκαλίας, ἀλλ’ οὐχ ὥσπερ σύνταξιν τῶν κυριακῶν ποιούμενος λογίων, ὥστε οὐδὲν ἥμαρτεν Μάρκος οὕτως ἔνια γράψας ὡς ἀπεμνημόνευσεν. ἑνὸς γὰρ ἐποιήσατο πρόνοιαν, τοῦ μηδὲν ὧν ἤκουσεν παραλιπεῖν ἢ ψεύσασθαί τι ἐν αὐτοῖς.

そして長老はこう言っていた。マルコはペトロの通訳となって、主によって語られたことであれ行われたことであれ、覚えていた限りのことを、正確に、ただし順序どおりにではなく、書き記した。というのも彼は、主から聞いたのでもなければ、主に付き従ったのでもなく、後になって、私が言ったように、ペトロに付き従ったからである。ペトロは必要に応じて教えを行ったのであって、主の言葉を編み上げるようにして行ったのではなかった。それゆえマルコは、いくつかのことを思い起こしたとおりにそのように書いたことにおいて、何一つ誤らなかった。彼はただ一つのことに心を配ったのであり、それは、聞いたことを何一つ漏らさず、またその中で何一つ偽らないことであった。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.16

16

ταῦτα μὲν οὖν ἱστόρηται τῷ Παπίᾳ περὶ τοῦ Μάρκου· περὶ δὲ τοῦ Ματθαίου ταῦτ’ εἴρηται· Ματθαῖος μὲν οὖν Ἑβραΐδι διαλέκτῳ τὰ λόγια συνετάξατο, ἡρμήνευσεν δ’ αὐτὰ ὡς ἦν δυνατὸς ἕκαστος.

以上のことが、マルコについてパピアスによって伝えられている。マタイについては次のように述べられている。マタイはヘブライ人の言語で〔主の〕言葉を編み上げ、それを各人が能う限りに解釈した。

Fragmenta saeculi secundi apud Eusebium servata 3.39.17

17

Κέχρηται δ’ ὁ αὐτὸς μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου προτέρας ἐπιστολῆς καὶ ἀπὸ τῆς Πέτρου ὁμοίως, ἐκτέθειται δὲ καὶ ἄλλην ἱστορίαν περὶ γυναικὸς ἐπὶ πολλαῖς ἁμαρτίαις διαβληθείσης ἐπὶ τοῦ κυρίου, ἣν τὸ καθ’ Ἑβραίους εὐαγγέλιον περιέχει. καὶ ταῦτα δ’ ἡμῖν ἀναγκαίως πρὸς τοῖς ἐκτεθεῖσιν ἐπιτετηρήσθω.

そして同じ人物は、ヨハネの先の手紙からの証しを、また同じくペトロの手紙からの証しを用いている。また彼は、多くの罪のゆえに主の御前で訴えられた女についての、もう一つの物語を示しているが、これは『ヘブライ人による福音書』が含んでいるものである。これらのことも、既に示したことに加えて、我々は必ず書き留めておかねばならない。