Fragmenta saeculi secundi apud Eusebium servata 3.19.1
1
Τοῦ δ’ αὐτοῦ Δομετιανοῦ τοὺς ἀπὸ γένους Δαυὶδ ἀναιρεῖσθαι προστάξαντος, παλαιὸς κατέχει λόγος τῶν αἱρετικῶν τινας κατηγορῆσαι τῶν ἀπογόνων Ἰούδα (τοῦτον δ’ εἶναι ἀδελφὸν κατὰ σάρκα τοῦ σωτῆρος) ὡς ἀπὸ γένους τυγχανόντων Δαυὶδ καὶ ὡς αὐτοῦ συγγένειαν τοῦ Χριστοῦ φερόντων. ταῦτα δὲ δηλοῖ κατὰ λέξιν ὧδέ πως λέγων ὁ Ἡγήσιππος.
この同じドミティアヌスが、ダビデの血族に属する者たちを殺すよう命じたとき、異端者のある者たちが、ユダの子孫たち——このユダは肉によれば救い主の兄弟であった——を、ダビデの血族に属し、キリストその方との血縁を有する者として告発した、という話が古くから伝わっている。ヘゲシッポスは、文言どおりに、おおよそ次のように語って、これを明らかにしている。