Apologia Secunda pro Christianis 6.1
Ὅθεν καὶ ἐπιμένει ὁ θεὸς τὴν σύγχυσιν καὶ κατάλυσιν τοῦ παντὸς κόσμου μὴ ποιῆσαι, ἵνα καὶ οἱ φαῦλοι ἄγγελοι καὶ δαίμονες καὶ ἄνθρωποι μηκέτι ὦσι, διὰ τὸ σπέρμα τῶν Χριστιανῶν, ὃ γινώσκει ἐν τῇ φύσει ὅτι αἴτιόν ἐστιν.
それゆえ神が全世界の混乱と滅びとを――それによって悪しき天使たちとダエモーンどもと人間たちとがもはや存在しなくなる、その滅びを――いまだになさずにいるのは、キリスト教徒たちの種子のゆえである。神は、その種子こそが自然のうちにあって〔世界が保たれていることの〕原因であることを知っておられるのである。
Apologia Secunda pro Christianis 6.2
Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν οὐδὲ ὑμῖν ταῦτα ἔτι ποιεῖν καὶ ἐνεργεῖσθαι ὑπὸ τῶν φαύλων δαιμόνων δυνατὸν ἦν, ἀλλὰ τὸ πῦρ τὸ τῆς κρίσεως κατελθὸν ἀνέδην πάντα διέκρινεν, ὡς καὶ πρότερον ὁ κατακλυσμὸς μηδένα λιπὼν ἀλλ᾿ ἢ τὸν μόνον σὺν τοῖς ἰδίοις παρ᾿ ἡμῖν καλούμενον Νῶε, παρ᾿ ὑμῖν δὲ Δευκαλίωνα, ἐξ οὗ πάλιν οἱ τοσοῦτοι γεγόνασιν, ὧν οἱ μὲν φαῦλοι, οἱ δὲ σπουδαῖοι.
もしそうでなければ、諸君にとってさえ、これらのことを行い、邪悪なダエモーンどもによって働きかけられることは、もはや不可能であったろう。むしろ、審判の火が降ってきて、すべてを情け容赦なく分かつことになったであろう。かつて洪水が、我々のもとでノアと呼ばれる者――諸君のもとではデウカリオンと呼ばれる者――を、その一族とともにただ一人残して、他の誰をも残さなかったように。その者から、これほど多くの人々がふたたび生まれ、そのうちのある者は邪悪であり、ある者は善き者である。
Apologia Secunda pro Christianis 6.3
Οὕτω γὰρ ἡμεῖς τὴν ἐκπύρωσίν φαμεν γενήσεσθαι, ἀλλ᾿ οὐχ, ὡς οἱ Στωϊκοί, κατὰ τὸν τῆς εἰς ἄλληλα πάντων μεταβολῆς λόγον, ὃ αἴσχιστον ἐφάνη· ἀλλ᾿ οὐδὲ καθ᾿ εἱμαρμένην πράττειν τοὺς ἀνθρώπους ἢ πάσχειν τὰ γινόμενα, ἀλλὰ κατὰ μὲν τὴν προαίρεσιν ἕκαστον κατορθοῦν ἢ ἁμαρτάνειν, καὶ κατὰ τὴν τῶν φαύλων δαιμόνων ἐνέργειαν τοὺς σπουδαίους, οἷον Σωκράτην καὶ τοὺς ὁμοίους, διώκεσθαι καὶ ἐν δεσμοῖς εἶναι, Σαρδανάπαλον δὲ καὶ Ἐπίκουρον καὶ τοὺς ὁμοίους ἐν ἀφθονίᾳ καὶ δόξῃ δοκεῖν εὐδαιμονεῖν.
このように我々は大火が起こると言うのであるが、ストア派の人々のように、万物が互いに変化しあうという論に従ってではない。それは最も恥ずべきことと思われた。また、人間たちが起こることを、運命に従って行い、あるいは被るのでもない。むしろ、それぞれの人間は自由な選びに従って正しく行うか、あるいは過つかするのであり、また邪悪なダエモーンどもの働きに従って、ソクラテスやその同類のような善き人々が迫害され、獄につながれる一方で、サルダナパロスやエピクロスやその同類の者たちは、豊かさと名声のうちに幸いに生きているように見えるのである。
Apologia Secunda pro Christianis 6.4
Ὃ μὴ νοήσαντες οἱ Στωϊκοὶ καθ᾿ εἱμαρμένης ἀνάγκην πάντα γίνεσθαι ἀπεφήναντο. Ἀλλ᾿ ὅτι αὐτεξούσιον τό τε τῶν ἀγγέλων γένος καὶ τῶν ἀνθρώπων τὴν ἀρχὴν ἐποίησεν ὁ θεός, δικαίως ὑπὲρ ὦν ἂν πλημμελήσωσι τὴν τιμωρίαν ἐν αἰωνίῳ πυρὶ κομίσονται.
このことを理解しなかったストア派の人々は、万物が運命の必然に従って生じると主張した。しかし神は、天使たちの種族も人間たちの種族も、初めから自由な選びを備えたものとして造ったのであるから、彼らが過つことについては、正しく永遠の火の中で罰を受けることになるのである。
Apologia Secunda pro Christianis 6.5
Γενητοῦ δὲ παντὸς ἥδε ἡ φύσις, κακίας καὶ ἀρετῆς δεκτικὸν εἶναι· οὐ γὰρ ἂν ἦν ἐπαινετὸν οὐδὲν αὐτῶν, εἰ οὐκ ἂν ἐπ᾿ ἀμφότερα τρέπεσθαι καὶ δύναμιν εἶχε.
そして、造られたすべてのものの本性はこうである。すなわち、悪徳をも徳をも受け入れうるものであるということである。というのも、もし両方へと向かう力を持っていなかったならば、彼らのうちに称賛に値する者は誰もいなかったであろうからである。
Apologia Secunda pro Christianis 6.6
Δεικνύουσι δὲ τοῦτο καὶ οἱ πανταχοῦ κατά λόγον τὸν ὀρθὸν νομοθετήσαντες καὶ φιλοσοφήσαντες ἄθρωποι ἐκ τοῦ ὑπαγορεύειν τάδε μὲν πράττειν, τῶνδε δὲ ἀπέχεσθαι.
このことは、いたるところで正しい理性に従って法を定め、哲学を行った人々もまた、これこれのことを行い、これこれのことを控えよと命じることによって示している。
Apologia Secunda pro Christianis 6.7
Καὶ σι῾ Στωϊκοὶ φιλόσοφοι ἐν τῷ περὶ ἠθῶν λόγῳ τὰ αὐτὰ τιμῶσι καρτερῶς, ὡς δηλοῦσθαι ἐν τῷ περὶ ἀρχῶν καὶ ἀσωμάτων λόγῳ οὐκ εὐοδοῦν αὐτούς.
そしてストア派の哲学者たちも、倫理についての論においては、同じことを力強く尊重している。それゆえ、原理と非物体的なものについての論においては、彼らがうまく行っていないことが明らかになるのである。
Apologia Secunda pro Christianis 6.8
Εἴτε γὰρ καθ᾿ εἱμαρμένην φήσουσι τὰ γινόμενα πρὸς ἀνθρώπων γίνεσθαι, ἢ μηδὲν εἶναι θεὸν παρὰ τρεπόμενα καὶ ἀλλοιούμενα καὶ ἀναλυόμενα εἰς τὰ αὐτὰ ἀεί, φθαρτῶν μόνων φανήσονται κατάληψιν ἐσχηκέναι καὶ αὐτὸν θεὸν διά τε τῶν μερῶν καὶ διὰ τοῦ ὅλου ἐν πάσῃ κακίᾳ γινόμενον ἢ μηδὲν εἶναι κακίαν μηδ᾿ ἀρετήν· ὅπερ καὶ παρὰ πᾶσαν σώφρονα ἔννοιαν καὶ λόγον καὶ νοῦν ἐστι.
というのも、もし彼らが、人間たちの間に起こることは運命に従って起こると言うか、あるいは、絶えず転じ、変化し、常に同じものへと分解していくものを離れては神は存在しないと言うならば、彼らは、滅びゆくものについてのみ理解を得ていたことになり、また、神その方が、部分によっても全体によってもあらゆる悪徳のうちに落ち込む者であるか、あるいは悪徳も徳もまったく存在しないかのいずれかを説いていることが明らかになるであろう。それは、あらゆる健全な考えと理性と精神とに反することである。