Apologia Secunda pro Christianis 3.1
Ὅπως δὲ μή τις εἴπη· Πάντες οὖν ἑαυτους φονεύσαντες πορεύεσθε ἤδη παρὰ τὸν θεὸν καὶ ἡμῖν πράγματα μὴ παρέχετε, ἐρῶ δι᾿ ἣν αἰτίαν τοῦτο οὐ πράττομεν καὶ δι᾿ ἣν ἐξεταζόμενοι ἀφόβως ὁμολογοῦμεν.
しかし、誰かが「それゆえ、諸君は皆、自らを殺して、すでに神のもとへ行ってしまえ、そして我々に厄介をかけるな」と言うことのないように、私は、我々がこれを行わない理由と、尋問されても恐れずに告白する理由とを語ろう。
Apologia Secunda pro Christianis 3.2
Οὐκ εἰκῇ τὸν κόσμον πεποιηκέναι τὸν θεὸν δεδιδάγμεθα, ἀλλ᾿ ἢ διὰ τὸ ἀνθρώπειον γένος· χαίρειν τε τοῖς τὰ προσόντα αὐτῷ μιμουμένοις φροέφημεν ἀπαρέσκεσθαι δὲ τοῖς τὰ φαῦλα ἀσπαζομένοις ἢ λόγῳ ἢ ἔργῳ.
我々は、神が世界を無意味に造ったのではなく、人間の種族のために造ったのだと教えられている。そして我々は先に、神に備わる性質を模倣する者たちを神は喜び、言葉であれ行いであれ卑しいことを迎え入れる者たちを喜ばないと述べておいた。
Apologia Secunda pro Christianis 3.3
Εἰ οὖν πάντες ἑαυτοὺς φονεύσομεν, τοῦ μὴ γεννηθῆναί τινα καὶ μαθητευθῆναι εἰς τὰ θεῖα διδάγματα ἢ καὶ μὴ εἶναι τὸ ἀνθρώπειον γένος, ὅσον ἐφ᾿ ἡμῖν, αἰτιοι ἐσόμεθα, ἐναντίον τῇ τοῦ θεοῦ βουλῇ καὶ αὐτοὶ ποιοῦντες, ἐὰν τοῦτο πράξωμεν.
それゆえ、もし我々が皆、自らを殺すならば、我々に関する限り、誰かが生まれて神的な教えの弟子となることがなくなり、あるいは人間の種族そのものが存在しなくなることの原因を、我々が作ることになるであろう。そしてもし我々がこれを行うならば、我々自身が神の御旨に反することをなす者となるであろう。
Apologia Secunda pro Christianis 3.4
Ἐξεταζόμενοι δὲ οὐκ ἀρνοίμεθα διὰ τὸ συνεπίστασθαι ἑαυτοῖς μηδὲν φαῦλον, ἀσεβὲς δὲ ἡγούμενοι μὴ κατὰ πάντα ἀληθεύειν, ὃ καὶ φίλον τῷ θεῷ γινώσκομεν, ὑμᾶς δὲ καὶ τῆς ἀδίκου προλήψεως ἀπαλλάξαι νῦν σπεύδοντες.
しかし、尋問されるときに我々が否認しないのは、自分自身のうちに何ら卑しいことを自覚していないからであり、またすべてにおいて真理を語らないことは不敬虔であると考えているからである。そしてそれこそ神に喜ばれることであると我々は知っており、また今、諸君を不当な思い込みから解き放とうと急いでいるからでもある。