Apologia Secunda pro Christianis 5.1
Ὄνομα δὲ τῷ πάντων πατρὶ θετόν, ἀγεννήτῳ ὄντι, οὐκ ἔστιν· ᾧ γὰρ ἂν καὶ ὄνομά τι προσαγορεύεται, πρεσβύτερον ἔχει τὸν θέμενον τὸ ὄνομα. Τὸ δὲ πατὴρ καὶ θεὸς καὶ κτίστης καὶ κύριος καὶ δεσπότης οὐκ ὀνόματά ἐστιν, ἀλλ᾿ ἐκ τῶν εὐποιϊῶν καὶ τῶν ἔργων προσρήσεις.
万物の父には、名づけられた名前はない。父は不生であるからである。というのも、何であれ名前をもって呼ばれるものには、その名を付けた、より年長の者がいるはずだからである。しかし「父」「神」「創造者」「主」「支配者」というのは名前ではなく、その善き働きと業から来る呼び名である。
Apologia Secunda pro Christianis 5.2
Ὁ δὲ υἱὸς ἐκείνου, ὁ μόνος λεγόμενος κυρίως υἱός, ὁ λόγος πρὸ τῶν ποιημάτων καὶ συνὼν καὶ γεννώμενος, ὅτε τὴν ἀρχὴν δι᾿ αὐτοῦ πάντα ἔκτισε καὶ ἐκόσμησε, Χριστὸς μὲν κατὰ τὸ κεχρῖσθαι καὶ κοσμῆσαι τὰ πάντα δι᾿ αὐτοῦ τὸν θεὸν λέγεται, ὄνομα καὶ αὐτὸ περιέχον ἄγνωστον σημασίαν, ὃν τρόπον καὶ τὸ θεὸς προσαγόρευμα οὐκ ὄνομά ἐστιν, ἀλλὰ πράγματος δυσεξηγήτου ἔμφυτος τῇ φύσει τῶν ἀνθρώπων δόξα.
しかし彼の子――ただ独り正しく子と呼ばれる方、すなわちロゴス(言葉であり理性であるもの)――は、造られたもろもろの物に先立って父と共にあり、かつ生まれた方であって、その方を通して初めに万物が創造され秩序づけられたとき、その方は、油を注がれたこと、また、その方を通して神が万物を秩序づけたことのゆえに「キリスト」と呼ばれる。この名もまた、知られざる意味を含む名である。それはちょうど、「神」という呼び名が名前ではなく、説き明かしがたい事柄について人間の本性に生まれつき備わった考えであるのと同じである。
Apologia Secunda pro Christianis 5.3
Ἰησοῦς δὲ καὶ ἀνθρώπου καὶ σωτῆρος ὄνομα καὶ σημασίαν ἔχει. Καὶ γὰρ καὶ ἄνθρωπος, ὡς προέφημεν, γέγονε κατὰ τὴν τοῦ θεοῦ καὶ πατρὸς βουλὴν ἀποκυηθεὶς ὑπὲρ τῶν πιστευόντων ἀνθρώπων καὶ ἐπὶ καταλύσει τῶν δαιμόνων· καὶ νῦν ἐκ τῶν ὑπ᾿ ὄψιν γινομένων μαθεῖν δύνασθε.
しかし「イエス」という名は、人間の名前であるとともに、救い主という意味をも持っている。というのも、先に述べたとおり、その方は人間ともなり、父なる神の御旨に従って、信じる人間たちのため、またダエモーンどもを滅ぼすために生まれたからである。そして諸君は今、目の前で起きていることから、これを学ぶことができる。
Apologia Secunda pro Christianis 5.4
Δαιμονιολήπτους γὰρ πολλοὺς κατὰ πάντα τὸν κόσμον καὶ ἐν τῇ ὑμετέρᾳ πόλει πολλοὶ τῶν ἡμετέρων ἀνθρώπων, τῶν Χριστιανῶν, ἐπορκίζοντες κατὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ὑπὸ τῶν ἄλλων πάντων ἐπορκιστῶν καὶ ἐπᾳστῶν καὶ φαρμακευτῶν μὴ ἰαθέντας, ἰάσαντο καὶ ἔτι νῦν ἰῶνται, καταργοῦντες καὶ ἐκδιώκοντες τοὺς κατέχοντας τοὺς ἀνθρώπους δαίμονας.
というのも、全世界のいたるところで、また諸君の都市においても、ダエモーンに憑かれた多くの者たちを、我々の仲間である多くの者たち、すなわちキリスト教徒たちが、ポンティオ・ピラトのもとで十字架につけられたイエス・キリストの名によって祓い清め、他のあらゆる祓魔師や呪文を唱える者や薬を用いる者たちによっては癒されなかった者たちを、癒し、そして今なお癒し続けているからである。人々に取り憑いているダエモーンどもを無力にし、追い出しながら。