ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳Patres GraeciApologia Secunda pro Christianis

Caput II 第II章

Justin Martyr · Apologia Secunda pro Christianis · 14 sectiones

Apologia Secunda pro Christianis 2.1

1

Γυνή τις συνεβίου ἀνδρὶ ἀκολασταίνοντι, ἀκολασταίνουσα καὶ αὐτὴ πρότερον. Ἐπεὶ δὲ τὰ τοῦ Χριστοῦ διδάγματα ἔγνω, αὐτὴ ἐσωφρονίσθη καὶ τὸν ἄνδρα ὁμοίως σωφρονεῖν πείθειν ἐπειρᾶτο, τὰ διδάγματα ἀναφέρουσα, τήν τε μέλλουσαν τοῖς οὐ σωφρόνως καὶ μετὰ λόγου ὀρθοῦ βιοῦσιν ἔσεσθαι ἐν αἰωνίῳ πυρὶ κόλασιν ἀπαγγέλλουσα.

ある女が、放埒な夫と共に暮らしていた。彼女自身も以前は放埒であった。だがキリストの教えを知ってからは、彼女自身は節制するようになり、夫にも同じように節制するよう説き伏せようとし、その教えを語り聞かせ、また節制せずに正しい理性に従わずに生きる者たちには、やがて永遠の火の中で罰が下ることになると告げ知らせた。

Apologia Secunda pro Christianis 2.2

2

Ὁ δὲ ταῖς αὐταῖς ἀσελγείαις ἐπιμένων ἀλλοτρίαν διὰ τῶν πράξεων ἐποιεῖτο τὴν γαμετήν. Ἀσεβὲς γὰρ ἡγουμένη τὸ λοιπὸν ἡ γυνὴ συγκατακλίνεσθαι ἀνδρί, παρὰ τὸν τῆς φύσεως νόμον καὶ παρὰ τὸ δίκαιον πόρους ἡδονῆς ἐκ παντὸς πειρωμένῳ ποιεῖσθαι, τῆς συζυγίας χωρισθῆναι ἐβουλήθη.

しかし夫は同じ淫らな行いにとどまり続け、その振る舞いによって自分の妻を疎遠なものとしていった。というのも、もはや、自然の法に反し正義に反してあらゆる手段で快楽の道を作り出そうとする男と床を共にすることは不敬虔であると考えた女は、その連れ合いから離れることを望んだからである。

Apologia Secunda pro Christianis 2.3

3

Καὶ ἐπεὶ ἐξεδυσωπεῖτο ὑπο τῶν αὐτῆς, ἔτι προσμένειν συμβουλευόντων, ὡς εῖς ἐλπίδα μεταβολῆς ἥξοντός ποτε τοῦ ἀνδρός, βιαζομένη ἑαυτὴν ἐπέμενεν.

ところが、彼女の身内の者たちが、なお留まるようにと勧め、夫がいつか変わるという望みが持てるだろうと言って説き伏せようとしたので、彼女は自分を無理に抑えてなお留まっていた。

Apologia Secunda pro Christianis 2.4

4

Ἐπειδὴ δὲ ὁ ταύτης ἀνὴρ εἰς τὴν Ἀλεξάνδρειαν πορευθεὶς χαλεπώτερα πράττειν ἀπηγγέλθη, ὅπως μὴ κοινωνὸς τῶν ἀδικημάτων καὶ ἀσεβημάτων γένηται μένουσα ἐν τῇ συζυγίᾳ καὶ ὁμοδίαιτος καὶ ὁμόκοιτος γινομένη, τὸ λεγόμενον παρ᾿ ὑμῖν ῥεπούδιον δοῦσα ἐχωρίσθη.

しかし、彼女の夫がアレクサンドリアへ行って、いっそう甚だしいことを行っていると伝えられたとき、婚姻にとどまり、同居し同衾する者であり続けることによって不正と不敬虔の分かち手とならないように、彼女は諸君のもとで言うところの離縁状を渡して、彼のもとを去った。

Apologia Secunda pro Christianis 2.5

5

Ὁ δὲ καλὸς κἀγαθὸς ταύτης ἀνήρ, δέον αὐτὸν χαίρειν, ὅτι, ἃ πάλαι μετὰ τῶν ὑπηρετῶν καὶ τῶν μισθοφόρων εὐχερῶς ἔπραττε, μέθαις χαίρουσα καὶ κακίᾳ πάσῃ, τούτων μὲν τῶν πράξεων πέπαυτο καὶ αὐτὸν τὰ αὐτὰ παύσασθαι πράττοντα ἐβούλετο, μὴ βουλομένου ἀπαλλαγείσης κατηγορίαν πεποίηται, λέγων αὐτὴν Χριστιανὴν εἶναι.

しかし、この立派な人物である彼女の夫は、本来喜ぶべきであった。というのも、かつて召使いたちや雇い人たちと共に、酔いとあらゆる悪とを喜びとしながら容易く行っていたその行いを、彼女がやめてしまい、彼自身にも同じ行いをやめるよう望んだからである。ところが彼はそれを望まず、彼女が離縁して去ってしまうと、彼女を告発して、彼女がキリスト教徒であると言い立てた。

Apologia Secunda pro Christianis 2.6

6

Καὶ ἡ μὲν βιβλίδιόν σοι τῷ αὐτοκράτορι ἀναδέδωκε, πρότερον συγχωρηθῆναι αὐτῇ διοικήσασθαι τὰ ἑαυτῆς ἀξιοῦσα, ἔπειτα ἀπολογήσασθαι περὶ τοῦ κατηγορήματος μετὰ τὴν τῶν πραγμάτων αὐτῆς διοίκησιν, καὶ συνεχώρησας τοῦτο.

そして彼女は、皇帝であるお前に請願書を提出し、まず自分の家産を整理することを許されるよう求め、次いで自分の事柄の整理の後に、告発について弁明することを求めた。そしてお前はこれを許可した。

Apologia Secunda pro Christianis 2.7

7

Ὁ δὲ ταύτης ποτὲ ἀνήρ, πρὸς ἐκείνην μὲν μὴ δυνάμενος τανῦν ἔτι λέγειν, πρὸς Πτολεμαῖόν τινα, ὃν Οὔρβικος ἐκαλέσατο, διδάσκαλον ἐκείνης τῶν Χριστιανῶν μαθημάτων γενόμενον ἐτράπετο διὰ τοῦδε τοῦ τρόπου.

しかし、かつて彼女の夫であった男は、もはや彼女に対しては何も言うことができなかったので、彼女にキリスト教徒の教えを授けた教師となっていたプトレマイオスという者――後にウルビクスが召喚することになる――に、次のような仕方で矛先を向けた。

Apologia Secunda pro Christianis 2.8

8

Ἑκατόνταρχον εἰς δεσμὰ ἐμβαλόντα τὸν Πτολεμαῖον, φίλον αὐτῷ ὑπάρχοντα, ἔπεισε λαβέσθαι τοῦ Πτολεμαίου καὶ ἀνερωτῆσαι, εἰ, αὐτὸ τοῦτο μόνον, Χριστιανός ἐστι.

彼は、後にプトレマイオスを牢に投じることになる百人隊長――自分の友人であった者――を説き伏せて、プトレマイオスを捕らえ、まさにこの一点だけ、すなわち彼がキリスト教徒であるかどうかを尋ねさせた。

Apologia Secunda pro Christianis 2.9

9

Καὶ τὸν Πτολεμαῖον, φιλαλήθη ἀλλ᾿ οὐκ ἀπατηλὸν οὐδὲ ψευδολόγον τὴν γνώμην ὄντα, ὁμολογήσαντα ἑαυτὸν εἶναι Χριστιανόν, ἐν δεσμοῖς γενέσθαι ὁ ἑκατόνταρχος πεποίηκε, καὶ ἐπὶ πολὺν χρόνον ἐν τῷ δεσμωτηρίῳ ἐκολάσατο.

そして、真理を愛し、欺くこともなく偽りを語ることもない心を持っていたプトレマイオスが、自分がキリスト教徒であると告白すると、その百人隊長は彼を縛につかせ、長きにわたって獄中で罰した。

Apologia Secunda pro Christianis 2.10

10

Τελευταῖον δέ, ὅτε ἐπὶ Οὔρβικον ἤχθη ὁ ἄνθρωπος, ὁμοίως αὐτὸ τοῦτο μόνον ἐξητάσθη, εἰ εἴη Χριστιανός. Καὶ πάλιν, τὰ καλὰ ἑαυτῷ συνεπιστάμενος διὰ τὴν ἀπὸ τοῦ Χριστοῦ διδαχήν, τὸ διδασκάλιον τῆς θείας ἀρετῆς ὡμολόγησεν.

最後に、この人がウルビクスのもとに引き出されたとき、同じくただこの一点だけ、すなわち彼がキリスト教徒であるかどうかが尋問された。そして彼はふたたび、キリストからの教えによって自分自身に善きことが備わっていると自覚しつつ、神的な徳の教えを告白した。

Apologia Secunda pro Christianis 2.11

11

Ὁ γὰρ ἀρνούμενος ὁτιοῦν ἢ κατεγνωκὼς τοῦ πράγματος ἔξαρνος γίνεται, ἢ ἑαυτὸν ἀνάξιον ἐπιστάμενος καὶ ἀλλότριον τοῦ πράγματος τὴν ὁμολογίαν φεύγει· ὦν οὐδὲν πρόσεστι τῷ ἀληθινῷ Χριστιανῷ.

というのも、何であれ否認する者は、その事柄を悪しきものと断じているがゆえに否認する者となるか、あるいは自分がその事柄にふさわしくなく無縁であると知っているがゆえに告白から逃れるかであるが、そのいずれも真のキリスト教徒には当てはまらないからである。

Apologia Secunda pro Christianis 2.12

12

Καὶ τοῦ Οὐρβίκου κελεύσαντος αὐτὸν ἀπαχθῆναι, Λούκιός τις, καὶ αὐτὸς ὢν Χριστιανός, ὁρῶν τὴν ἀλόγως οὕτω γενομένην κρίσιν, πρὸς τὸν Οὔρβικον ἔφη· Τίς ἡ αἰτία, τοῦ μήτε μοιχὸν μήτε πόρνον μήτε ἀνδροφόνον μήτε λωποδύτην μήτε ἅρπαγα μήτε ἁπλῶς ἀδίκημά τι πράξαντα ἐλεγχόμενον, ὀνόματος δὲ Χριστιανοῦ προσωνυμίαν ὁμολογοῦντα τὸν ἄνθρωπον τοῦτον ἐκολάσω;

そしてウルビクスが彼を引き立てるよう命じたとき、ルキウスという者――彼自身もキリスト教徒であった――が、このように道理に反してなされた裁きを見て、ウルビクスに向かって言った。「何を理由に、あなたはこの人を罰したのですか。姦通者でもなく、淫行の者でもなく、殺人者でもなく、盗人でもなく、強盗でもなく、そもそも何か不正を行ったと責められてもいないのに、ただキリスト教徒という名の呼び名を告白しているというだけで。」

Apologia Secunda pro Christianis 2.13

13

Οὐ πρέποντα Εὐσεβεῖ αὐτοκράτορι οὐδὲ φιλοσόφῳ Καίσαρος παιδὶ οὐδὲ τῇ ἱερᾷ συγκλήτῳ κρίνεις, ὦ Οὔρβικε. Καὶ ὃς οὐδὲν ἄλλο ἀποκρινάμενος καὶ πρὸς τὸν Λούκιον ἔφη· Δοκεῖς μοι καὶ σὺ εἶναι τοιοῦτος.

「あなたは、皇帝エウセベースにも、哲学者たるカエサルの子にも、神聖な元老院にもふさわしからぬ裁きをしています、ウルビクスよ。」これに対して彼は、他には何も答えず、ルキウスに向かってこう言った。「お前もまた、そのような者であるように私には見える。」

Apologia Secunda pro Christianis 2.14

14

Καὶ τοῦ Λουκίου φήσαντος· Μάλιστα, πάλιν καὶ αὐτὸν ἀπαχθῆναι ἐκέλευσεν. Ὁ δὲ καὶ χάριν εἰδέναι ὡμολόγει, πονηρῶν δεσποτῶν τῶν τοιούτων ἀπηλλάχθαι γινώσκων καὶ πρὸς τὸν πατέρα καὶ βασιλέα τῶν οὐρανῶν πορεύεσθαι. Καὶ ἄλλος δὲ τρίτος ἐπελθὼν κολασθῆναι προσετιμήθη.

そしてルキウスが「まさしくそのとおりです」と言うと、ウルビクスは彼もまた引き立てるよう命じた。しかし彼は、そのような邪悪な主人たちから解き放たれ、天にいます父にして王のもとへと歩んでゆくのだと知って、むしろ感謝すると告白した。そしてさらに三人目の者が進み出て、罰せられるべしと重ねて宣告された。