ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳Patres GraeciApologia Secunda pro Christianis

Caput XI 第XI章

Justin Martyr · Apologia Secunda pro Christianis · 7 sectiones

Apologia Secunda pro Christianis 11.1

1

Οὐκ ἂν δὲ οὐδὲ ἐφονευόμεθα οὐδὲ δυνατώτεροι ἡμῶν ἦσαν οἵ τε ἄδικοι ἄνθρωποι καὶ δαίμονες, εἰ μὴ πάντως παντὶ γεννωμένῳ ἀνθρώπῳ καὶ θανεῖν ὠφείλετο· ὅθεν καὶ τὸ ὄφλημα ἀποδιδόντες εὐχαριστοῦμεν.

また、もしすべて生まれてくる人間に死ぬこともまた定められていたのでなければ、不正な人間たちやダエモーンどもが我々よりも力があるということもなく、我々が殺されることもなかったであろう。それゆえ我々は、この負債を返しつつ、感謝するのである。

Apologia Secunda pro Christianis 11.2

2

Καίτοι γε καὶ τὸ ξενοφώντειον ἐκεῖνο νῦν πρός τε Κρίσκεντα καὶ τοὺς ὁμοίως αὐτῷ ἀφραίνοντας καλὸν καὶ εὔκαιρον εἰπεῖν ἡγούμεθα. Τὸν Ἡρακλέα ἐπὶ τρίοδόν τινα ἔφη ὁ Ξενοφῶν βαδίζοντα εὑρεῖν τήν τε ἀρετὴν καὶ τὴν κακίαν, ἐν γυναικῶν μορφαῖς φαινομένας.

しかも、今このクセノフォンのかの話を、クレスケンスと、彼と同じように愚かな者たちに向けて語ることは、善く時宜にかなったことだと我々は考える。クセノフォンは、ヘラクレスがある岐路を歩いていたとき、女の姿をして現れた徳と悪徳とに出会ったと語った。

Apologia Secunda pro Christianis 11.3

3

Καὶ τὴν μὲν κακίαν, ἁβρᾷ ἐσθῆτι καὶ ἐρωτοπεποιημένῳ καὶ ἀνθοῦντι ἐκ τῶν τοιούτων προσώπῳ, θελκτικήν τε εὐθὺς πρὸς τὰς ὄψεις οὖσαν, εἰπεῖν πρὸς τὸν Ἡρακλέα ὅτι, ἢν αὐτῇ ἕπηται, ἡδόμενόν τε καὶ κεκοσμημένον τῷ λαμπροτάτῳ καὶ ὁμοίῳ τῷ περὶ αὐτὴν κόσμῳ διαιτήσειν ἀεὶ ποιήσει.

そして悪徳は、艶やかな衣をまとい、そのために恋を誘うように作られ輝くばかりの顔をしており、見る者を即座に魅了するものであったが、ヘラクレスに向かってこう言った。もし自分に従うなら、常に快楽のうちに、そして自分自身をとりまくのと同じこの上なく華やかな飾りで身を飾って暮らさせてやろう、と。

Apologia Secunda pro Christianis 11.4

4

Καὶ τὴν ἀρετὴν ἐν αὐχμηρῷ μὲν τῷ προσώπῳ καὶ τῇ περιβολῇ οὖσαν εἰπεῖν· Ἀλλ᾿ ἢν ἐμοὶ πείθῃ, οὐ κόσμῳ οὐδὲ κάλλει τῷ ῥέοντι καὶ φθειρομένῳ ἑαυτὸν κοσμήσεις ἀλλὰ τοῖς ἀϊδίοις καὶ καλοῖς κόσμοις.

他方、徳は、その顔つきも装いも粗末なものであったが、こう言った。「しかし、もしお前が私に従うなら、お前は移ろい滅びゆく飾りや美しさによってではなく、永遠にして善き飾りによって自らを飾ることになるだろう」。

Apologia Secunda pro Christianis 11.5

5

Καὶ πάνθ᾿ ὁντινοῦν πεπείσμεθα, φεύγοντα τὰ δοκοῦντα καλά, τὰ δὲ νομιζόμενα σκληρὰ καὶ ἄλογα μετερχόμενον, εὐδαιμονίαν ἐκδέχεσθαι.

そして我々は、誰であれ、善いと見える事柄を避け、厳しく理に適わないと思われている事柄を追い求める者は、幸いを受けるものと確信している。

Apologia Secunda pro Christianis 11.6

6

Ἡ γὰρ κακία, πρόβλημα ἑαυτῆς τῶν πράξεων τὰ προσόντα τῇ ἀρετῇ καὶ ὄντως ὄντα καλὰ διὰ μιμήσεως ἀφθάρτων περιβαλλομένη (ἄφθαρτον γὰρ οὐδὲν ἔχει οὐδὲ ποιῆσαι δύναται), δουλαγωγεῖ τοὺς χαμαιπετεῖς τῶν ἀνθρώπων, τὰ προσόντα αὐτῇ φαῦλα τῇ ἀρετῇ περιθεῖσα.

というのも、悪徳は、自らの行いのための隠れ蓑として、徳に属し真に善きものであるものを、朽ちないものの模倣によって身にまとい(悪徳自身は朽ちないものを何一つ持たず、作り出すこともできないからである)、卑しい人間たちを奴隷としながら、悪徳自身に属する劣ったものを徳にまとわせるのである。

Apologia Secunda pro Christianis 11.7

7

Οἱ δὲ νενοηκότες τὰ προσόντα τῷ ὄντι καλὰ καὶ ἄφθαρτοι τῇ ἀρετῇ· ὃ καὶ περὶ Χριστιανῶν καὶ τῶν ἀπὸ τοῦ ἄθλου καὶ τῶν ἀνθρώπων τῶν τοιαῦτα πραξάντων, ὁποῖα ἔφασαν οἱ ποιηταὶ περὶ τῶν νομιζομένων θεῶν, ὑπολαβεῖν δεῖ πάντα νουνεχῆ, ἐκ τοῦ καὶ τοῦ φευκτοῦ καταφρονεῖν ἡμᾶς θανάτου λογισμὸν ἕλκοντα.

これに対して、真に善きものに属することを理解した者たちは、徳において朽ちることがない。そして思慮あるすべての者は、キリスト教徒についても、競技者たちについても、また詩人たちがいわゆる神々について語ったような行いをした人間たちについても、このように判断しなければならない。すなわち、我々が、本来避けるべき死をさえ顧みないという事実から、その理を引き出して判断すべきなのである。