Apologia Secunda pro Christianis 4.1
Εἰ δέ τινα ὑπέλθοι καὶ ἡ ἔννοια αὕτη ὅτι, εἰ θεὸν ὡμολογοῦμεν βοηθόν, οὐκ ἄν, ὡς λέγομεν, ὑπὸ ἀδίκων ἐκρατούμεθα καὶ ἐτιμωρούμεθα, καὶ τοῦτο διαλύσω.
もし誰かに、次のような考えが浮かぶとすれば――すなわち、もし我々が神を助け手であると告白しているのなら、我々が言うように、不正な者たちによって捕らえられ罰せられることはないはずだ、というのであれば――私はこれをも解いておこう。
Apologia Secunda pro Christianis 4.2
Ὁ θεὸς τὸν πάντα κόσμον ποιήσας καὶ τὰ ἐπίγεια ἀνθρώποις ὑποτάξας καὶ τὰ οὐράνια στοιχεῖα εἰς αὔξησιν καρπῶν καὶ ὡρῶν μεταβολὰς κοσμήσας καὶ θεῖον τούτοις νόμον τάξας, ἃ καὶ αὐτὰ δι᾿ ἀνθρώπους φαίνεται πεποιηκώς, τὴν μὲν τῶν ἀνθρώπων καὶ τῶν ὑπὸ τὸν οὐρανὸν πρόνοιαν ἀγγέλοις, οὓς ἐπὶ τούτοις ἔταξε, παρέδωκεν.
神は、全世界を造り、地上のものを人間に従わせ、天の元素を果実の成長と季節の移り変わりのために秩序づけ、それらに対して神的な法を定めた――これらのこともまた、人間のために為したものと見える――そして人間と天の下にあるものへの摂理を、これを担うよう定めた天使たちに委ねた。
Apologia Secunda pro Christianis 4.3
Οἱ δ᾿ ἄγγελοι, παραβάντες τήνδε τὴν τάξιν, γυναικῶν μίξεσιν ἡττήθησαν καὶ παῖδας ἐτέκνωσαν, οἵ εἰσιν οἱ λεγόμενοι δαίμονες.
ところがこの天使たちは、この秩序に背いて、女たちとの交わりに屈し、子らをもうけた。これが、いわゆるダエモーンと呼ばれる者たちである。
Apologia Secunda pro Christianis 4.4
Καὶ προσέτι λοιπὸν τὸ ἀνθρώπειον γένος ἑαυτοῖς ἐδούλωσαν· τὰ μὲν διὰ μαγικῶν γραφῶν, τὰ δὲ διὰ φόβων καὶ τιμωριῶν, ὧν ἐπέφερον, τὸ δὲ διὰ διδαχῆς θυμάτων καὶ θυμιαμάτων καὶ σπονδῶν, ὧν ἐνδεεῖς γεγόνασι μετὰ τὸ πάθεσιν ἐπιθυμιῶν δουλωθῆναι· καὶ εἰς ἀνθρώπους φόνους, πολέμους, μοιχείας, ἀπολασίας καὶ πᾶσαν κακίαν ἔσπειραν.
そしてさらに彼らは、人間の種族を自分たちに隷属させた。あるものは魔術の文書によって、あるものは彼らがもたらす恐れと罰によって、またあるものは、欲望の情念に隷属してから彼らが必要とするようになった犠牲と香と献酒の教えによってである。そして人間たちのうちに、殺人、戦争、姦淫、放埒、あらゆる悪を蒔いた。
Apologia Secunda pro Christianis 4.5
Ὅθεν καὶ ποιηταὶ καὶ μυθολόγοι, ἀγνοοῦντες τοὺς ἀγγέλους καὶ τοὺς ἐξ αὐτῶν γεννηθέντας δαίμονας ταῦτα πρᾶξαι εἰς ἄῤῥενας καὶ θηλείας καὶ πόλεις καὶ ἔθνη, ἅπερ συνέγραψαν, εἰς αὐτὸν τὸν θεὸν καὶ τοὺς ὡς ἀπ᾿ αὐτοῦ σπορᾷ γενομένους υἱοὺς καὶ τῶν λεχθέντων ἐκείνου ἀδελφῶν καὶ τέκνων ὁμοίως τῶν ἀπ᾿ ἐκείνων, Ποσειδῶνος καὶ Πλούτωνος, ἀνήνεγκαν.
それゆえ、詩人たちや神話作者たちは、天使たちと、彼らから生まれたダエモーンたちが、男たちや女たちや都市や民族に対してこれらのことを行ったのだとは知らずに、彼らが書き記したことを、神その方や、その種によって生まれたとされる息子たち、また彼の兄弟と言われる者たち――ポセイドンとプルトン――や、同じくそれらの者たちから生まれた子らに帰したのである。
Apologia Secunda pro Christianis 4.6
Ὀνόματι γὰρ ἕκαστον, ὅπερ ἕκαστος ἑαυτῷ τῶν ἀγγέλων καὶ τοῖς τέκνοις ἔθετο, προσηγόρευσαν.
というのも、天使たちのそれぞれが自分自身と自分の子らに付けた名によって、それぞれの者を呼んだからである。