ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳Patres GraeciApologia Secunda pro Christianis

Caput X 第X章

Justin Martyr · Apologia Secunda pro Christianis · 6 sectiones

Apologia Secunda pro Christianis 10.1

1

Μεγαλειότερα μὲν οὖν πάσης ἀνθρωπείου διδασκαλίας φαίνεται τὰ ἡμέτερα διὰ τοῦ τὸ λογικὸν τὸ ὅλον τὸν φανέντα δι᾿ ἡμᾶς Χριστὸν γεγονέναι καὶ σῶμα καὶ λόγον καὶ ψυχήν.

我々の教えが、あらゆる人間の教えにまさって偉大であると見えるのは、理性的なものの全体が、我々のために現れたキリストとなり、肉体ともロゴスとも魂ともなったことによる。

Apologia Secunda pro Christianis 10.2

2

Ὅσα γὰρ καλῶς ἀεὶ ἐφθέγξαντο καὶ εὗρον οἱ φιλοσοφήσαντες ἢ νομοθετήσαντες, κατὰ λόγου μέρος δι᾿ εὑρέσεως καὶ θεωρίας ἐστὶ πονηθέντα αὐτοῖς. Ἐπειδὴ δὲ οὐ πάντα τὰ τοῦ λόγου ἐγνώρισαν, ὅς ἐστι Χριστός, καὶ ἐναντία ἑαυτοῖς πολλάκις εἶπον.

というのも、哲学したり法を定めたりした者たちが常に善く語り見出したことはすべて、ロゴスの一部分に従って、発見と考察とを通して彼らが労苦の末に得たものだからである。しかし彼らは、ロゴスに属することのすべてを知ったわけではなかった——このロゴスこそキリストである——それゆえに、しばしば自己矛盾したことを語ったのである。

Apologia Secunda pro Christianis 10.3

3

Καὶ οἱ προγεγενημένοι τοῦ Χριστοῦ, κατὰ τὸ ἀνθρώπινον λόγῳ πειραθέντες τὰ πράγματα θεωρῆσαι καὶ ἐλέγξαι, ὡς ἀσεβεῖς καὶ περίεργοι εἰς δικαστήρια ἤχθησαν.

そして、キリストより前に生きた者たちも、人間としての仕方でロゴスによって事柄を観察し論証しようと試みたために、不敬虔な者、詮索好きな者として法廷に引き出された。

Apologia Secunda pro Christianis 10.4

4

Ὁ πάντων δὲ αὐτῶν εὐτονώτερος πρὸς τοῦτο γενόμενος Σωκράτης τὰ αὐτὰ ἡμῖν ἐνεκλήθη· καὶ γὰρ ἔφασαν αὐτὸν καινὰ δαιμόνια εἰσφέρειν, καὶ οὓς ἡ πόλις νομίζει θεοὺς μὴ ἡγεῖσθαι αὐτόν.

彼らの中でこの点においてもっとも力強かったソクラテスは、我々と同じ罪状で告発された。すなわち、彼が新しい悪霊どもを持ち込んでいる、そして国家が神々と認めている者たちを彼が神と認めていない、と人々は言ったのである。

Apologia Secunda pro Christianis 10.5

5

Ὁ δὲ δαίμονας μὲν τοὺς φαύλους καὶ τοὺς πράξαντας ὰ ἔφασαν οἱ ποιηταί, ἐκβαλὼν τῆς πολιτείας καὶ Ὅμηρον καὶ τοὺς ἄλλους ποιητάς, παραιτεῖσθαι τοὺς ἀνθρώπους ἐδίδαξε, πρὸς θεοῦ δὲ τοῦ ἀγνώστου αὐτοῖς διὰ λόγου ζητήσεως ἐπίγνωσιν προὐτρέπετο, εἰπών· „Τὸν δὲ πατέρα καὶ δημιουργὸν πάντων οὔθ᾿ εὑρεῖν ῥᾴδιον, οὔθ᾿ εὑρόντα εἰς πάντας εἰπεῖν ἀσφαλές“.

しかし彼は、ホメロスをはじめとする他の詩人たちを国家から追放し、詩人たちが語ったような行いをした悪しきダエモーンどもを拒むよう人々に教え、彼らにとって知られていない神について、ロゴスによる探求を通して認識に至るよう促して、こう言った。「万物の父にして造り主を見出すことは容易ではなく、たとえ見出したとしても、すべての人に語ることは安全ではない」。

Apologia Secunda pro Christianis 10.6

6

Ἅ ὁ ἡμέτερος Χριστὸς διὰ τῆς ἑαυτοῦ δυνάμεως ἔπραξε. Σωκράτει μὲν γὰρ οὐδεὶς ἐπείσθη ὑπὲρ τούτου τοῦ δόγματος ἀποθνήσκειν· Χριστῷ δέ, τῷ καὶ ὑπὸ Σωκράτους ἀπὸ μέρους γνωσθέντι (λόγος γὰρ ἦν καὶ ἔστιν ὁ ἐν παντὶ ὤν, καὶ διὰ τῶν προφητῶν προειπὼν τὰ μέλλοντα γίνεσθαι καὶ δι᾿ ἑαυτοῦ ὁμοιοπαθοῦς γενομένου καὶ διδάξαντος ταῦτα), οὐ φιλόσοφοι οὐδὲ φιλόλογοι μόνον ἐπείσθησαν, ἀλλὰ καὶ χειροτέχναι καὶ παντελῶς ἰδιῶται, καὶ δόξης καὶ φόβου καὶ θανάτου καταφρονήσαντες· ἐπειδὴ δύναμίς ἐστι τοῦ ἀῤῥήτου πατρὸς καὶ οὐχὶ ἀνθρωπείου λόγου τὰ σκεύη.

これらのことを、我々のキリストは、ご自身の力によって実現された。ソクラテスに説得されて、この教えのために死のうとした者は誰もいなかった。しかし、ソクラテスによってさえ部分的には知られていたキリストには——というのも、あらゆるものの内にあったし今もあるロゴスは、預言者たちを通して未来に起こることをあらかじめ告げ、またご自身が同じ苦しみを受ける者となって、これらを教えられたのである——哲学者や言論を愛する者たちだけでなく、職人たちやまったくの無学の者たちまでもが説得され、評判も恐れも死をも顧みなかった。というのも、これらの者たちは、言い表しえない父の力の器であって、人間の言葉の器ではないからである。