Apologia Secunda pro Christianis 1.1
Καὶ τὰ χθὲς δὲ καὶ πρώην ἐν τῇ πόλει ὑμῶν γενόμενα ἐπὶ Οὐρβίκου, ὦ Ῥωμαῖοι, καὶ τὰ πανταχοῦ ὁμοίως ὑπὸ τῶν ἡγουμένων ἀλόγως πραττόμενα ἐξηνάγκασέ με ὑπὲρ ὑμῶν, ὁμοιοπαθῶν ὄντων καὶ ἀδελφῶν, κἂν ἀγνοῆτε καὶ μὴ θέλητε διὰ τὴν δόξαν τῶν νομιζομένων ἀξιωμάτων, τὴν τῶνδε τῶν λόγων σύνταξιν ποιήσασθαι.
ローマ人よ、諸君の都市においてウルビクスのもとで昨日今日起きたこと、そしていたるところで指導者たちによって同様に道理に反して行われていることが、私を強いて、諸君のために——諸君は我々と同じ性情を持つ者であり兄弟である、たとえ諸君がそれを知らず、また世に重んじられている位階の栄誉のゆえにそれを望まないとしても——この論述をまとめさせたのである。
Apologia Secunda pro Christianis 1.2
Πανταχοῦ γάρ, ὃς ἂν σωφρονίζηται ὑπὸ πατρὸς ἢ γείτονος ἢ τέκνου ἢ φίλου ἢ ἀδελφοῦ ἢ ἀνδρὸς ἢ γυναικὸς κατ᾿ ἔλλειψιν, (χωρὶς τῶν πεισθέντων τοὺς ἀδίκους καὶ ἀκολάστους ἐν αἰωνίῳ πυρὶ κολασθήσεσθαι, τοὺς δ᾿ ἐναρέτους καὶ ὁμοίως Χριστῷ βιώσαντας ἐν ἀπαθείᾳ συγγενήσεσθαι τῷ θεῷ, λέγομεν δὲ τῶν γενομένων Χριστιαῶν), διὰ τὸ δυσμετάθετον καὶ φιλήδονον καὶ δυσκίνητον πρὸς τὸ καλὸν ὁρμῆσαι, καὶ οἱ φαῦλοι δαίμονες, ἐχθραίνοντες ἡμῖν καὶ τοὺς τοιούτους δικαστὰς ἔχοντες ὑποχειρίους καὶ λατρεύοντας, ὡς οὖν ἄρχοντας δαιμονιῶντας, φονεύειν ἡμᾶς παρασκευάζουσιν.
というのも、いたるところで、父によってであれ、隣人、子、友、兄弟、夫、妻によってであれ、欠けたところのゆえに正される者は――不正な者と放埒な者は永遠の火で罰せられ、徳ある者、キリストと同じように生きた者は無情念のうちに神とともにあることになると確信するに至った者たちは別である。我々はキリスト教徒となった者たちについて言っているのだが――変わりにくく、快楽を好み、善へと動きにくいがゆえに、〔正す者を憎むのが常である〕。そして邪悪なダエモーンどもは、我々を敵視し、そのような裁判官たちを、意のままになる者、また自分たちに仕える者として手中に収めているのであるから、ダエモーンに取り憑かれた支配者として、彼らに我々を殺させるよう仕向けるのである。
Apologia Secunda pro Christianis 1.3
Ὅπως δὲ καὶ ἡ αἰτία τοῦ παντὸς γενομένου ἐπὶ Οὐρβίκου φανερὸ ὑμῖν γένηται, τὰ πεπραγμένα ἀπαγγελῶ.
さて、ウルビクスのもとで起きた事の全体の理由が諸君に明らかになるように、私は行われたことを語り伝えよう。