Apologia Secunda pro Christianis 12.1
Καὶ γὰρ αὐτὸς ἐγώ, τοῖς Πλάτωνος· χαίρων διδάγμασι, διαβαλλομένους ἀκούων Χριστιανούς, ὁρῶν δὲ ἀφόβους πρὸς θάνατον καὶ πάντα τὰ ἄλλα νομιζόμενα φοβερά, ἐνενόουν ἀδύνατον εἶναι ἐν κακίᾳ καὶ φιληδονίᾳ ὑπάρχειν αὐτούς.
というのも、私自身、プラトンの教えを喜びつつ、キリスト教徒たちが誹謗されているのを聞き、しかし彼らが死をも、また他のあらゆる恐ろしいとされる事柄をも恐れずにいるのを見て、彼らが悪徳と快楽への愛のうちにあるなどということは不可能だと考えるに至ったからである。
Apologia Secunda pro Christianis 12.2
Τίς γὰρ φιλήδονος ἢ ἀκρατὴς καὶ ἀνθρωπείων σαρκῶν βορὰν ἀγαθὸν ἡγούμενος δύναιτο ἂν θάνατον ἀσπάζεσθαι, ὅπως τῶν αὐτοῦ ἀγαθῶν στερηθῇ, ἀλλ᾿ οὐκ ἐκ παντὸς ζῆν μὲν ἀεὶ τὴν ἐνθάδε βιοτὴν καὶ λανθάνειν τοὺς ἄρχοντας ἐπειρᾶτο, οὐχ ὅτι γε ἑαυτὸν κατήγγελλε φονευθησόμενον;
というのも、快楽を愛する者、あるいは自制のない者、人間の肉を食すことを善いことと考える者が、いったいどうして、自分の善きものを奪われるために死を喜んで受け入れることができようか。むしろ、あらゆる手立てを尽くしてこの世の生をつねに生き続け、支配者たちの目を逃れようと試みるはずであって、まして自ら進んで殺されると名乗り出るようなことはないはずではないか。
Apologia Secunda pro Christianis 12.3
Ἤδη καὶ τοῦτο ἐνήργησαν οἱ φαῦλοι δαίμονες διά τινων πονηρῶν ἀνθρώπων πραχθῆναι. Φονεύοντες γὰρ αὐτοί τινας ἐπὶ συκοφαντίᾳ τῇ εἰς ἡμᾶς καὶ εἰς βασάνους εἵλκυσαν οἰκέτας τῶν ἡμετέρων ἢ παῖδας ἢ γύναια, καὶ δι᾿ αἰκισμῶν φοβερῶν ἐξαναγκάζουσι κατειπεῖν ταῦτα τὰ μυθολογούμενα, ἃ αὐτοὶ φανερῶς πράττουσιν· ὧν ἐπειδὴ οὐδὲν πρόσεστιν ἡμῖν, οὐ φροντίζομεν, θεὸν τὸν ἀγέννητον καὶ ἄῤῥητον μάρτυρα ἔχοντες τῶν τε λογισμῶν καὶ τῶν πράξεων.
悪しきダエモーンどもは、すでにこのこともまた、ある邪悪な人間たちの手を通して行わせている。すなわち彼らは、我々に対する中傷のために人々を殺害しながら、我々の召使いや子供たち、女たちを拷問へと引きずり込み、恐ろしい責め苦によって、彼ら自身が公然と行っているあの作り話を白状するよう強いている。それらのことは我々には何一つ関わりがないので、我々は意に介さない。生まれざる、言い表しえない神を、我々の思いと行いの証人として持っているからである。
Apologia Secunda pro Christianis 12.4
Τίνος γὰρ χάριν οὐχὶ καὶ ταῦτα δημοσίᾳ ὡμολογοῦμεν ἀγαθὰ καὶ φιλοσοφίαν θείαν αὐτὰ ἀπεδείκνυμεν, φάσκοντες Κρόνου μὲν μυστήρια τελεῖν ἐν τῷ ἀνδροφονεῖν, καὶ ἐν τῷ αἵματος ἐμπίπλασθαι, ὡς λέγεται, τὰ ἴσα τῷ παρ᾿ ὑμῖν τιμωμένῳ εἰδώλῳ, ᾧ οὐ μόνον ἀλόγων ζώων αἵματα προσραίνεται ἀλλὰ καὶ ἀνθρώπεια, διὰ τοῦ παρ᾿ ὑμῖν ἐπισημοτάτου καὶ εὐγενεστάτου ἀνδρὸς τὴν πρόσχυσιν τοῦ τῶν φονευθέντων αἵματος ποιούμενοι, Διὸς δὲ καὶ τῶν ἄλλων θεῶν μιμηταὶ γενόμενοι ἐν τῷ ἀνδροβατεῖν καὶ γυναιξὶν ἀδεῶς μίγνυσθαι, Ἐπικούρου μὲν καὶ τὰ τῶν ποιητῶν συγγράμματα ἀπολογίαν φέροντες;
我々はなぜ、これらのことを公然と善いものと認め、それを神的な哲学として示さないのか——すなわち、人を殺すことにおいて、また、聞くところによれば、諸君のもとで敬われているかの偶像に対してなされるのと同じように血に満たされることにおいて、我々はクロノスの秘儀を執り行っているのだと言い(その偶像には、理性のない動物たちの血だけでなく人間の血までも振りかけられ、諸君のもとでもっとも高名で高貴な人物の手によって、殺された者たちの血の注ぎがなされているのだが)、またゼウスや他の神々の模倣者となって男色を行い、女たちと臆することなく交わり、そしてエピクロスや詩人たちの著作を弁護として持ち出さないのか。
Apologia Secunda pro Christianis 12.5
Ἐπειδὴ δὲ ταῦτα τὰ μαθήματα καὶ τοὺς ταῦτα πράξαντας καὶ μιμουμένους φεύγειν πείθομεν, ὡς καὶ νῦν διὰ τῶνδε τῶν λόγων ἠγωνίσμεθα, ποικίλως πολεμούμεθα· ἀλλ᾿ οὐ φροντίζομεν, ἐπεὶ θεὸν τῶν πάντων ἐπόπτην δίκαιον οἴδαμεν.
しかし、我々はこうした教えと、これを行う者たち、模倣する者たちを避けるよう説き勧めているので——いままさにこの言葉によっても論じてきたとおりである——さまざまな仕方で戦いを挑まれている。しかし我々は意に介さない。万物を見そなわす正しい神を知っているからである。
Apologia Secunda pro Christianis 12.6
Εἴθε καὶ νῦν τις ἂν τραγικῇ φωνῇ ἀνεβόησεν ἐπί τι βῆμα ὑψηλὸν ἀναβάς· Αἰδέσθητε, αἰδέσθητε ἃ φανερᾶς πράττετε εἰς ἀναιτίους ἀναφέροντες, καὶ τὰ προσόντα καὶ ἑαυτοῖς καὶ τοῖς ὑμετέροις θεοῖς περιβάλλοντες τούτοις ὧν οὐδὲν οὐδ᾿ ἐπὶ ποσὸν μετουσία ἐστί. Μετάθεσθε, σωφρονίσθητε.
願わくは、今こそ誰かが高い演壇に上り、悲劇の声をもって叫んでほしいものである。「恥じよ、恥じるがいい。汝らが公然と行っていることを、無実の者たちに着せかけ、汝ら自身と汝らの神々に属する事柄を、それとはいささかも関わりのない者たちにまとわせているのだ。改めよ、慎みを取り戻せ」。