Didache 9.2
πρῶτον περὶ τοῦ ποτηρίου: Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ἁγίας ἀμπέλου Δαυεὶδ τοῦ παιδός σου, ἦς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου: σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
まず、杯については、こう言え。「我々の父よ、汝の子ダビデの聖なる葡萄の樹のゆえに、汝に感謝を捧げます。それを汝は、汝の子イエスを通して我々に知らせてくださいました。栄光は世々にわたって汝のものです。」
Didache 9.3
περὶ δὲ τοῦ κλάσματος: Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως, ἦς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου. σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
また、裂かれたパンについては、こう言え。「我々の父よ、命と知識のゆえに、汝に感謝を捧げます。それを汝は、汝の子イエスを通して我々に知らせてくださいました。栄光は世々にわたって汝のものです。」
Didache 9.4
ὥσπερ ἦν τοῦτο τὸ κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας.
「この裂かれたパンが山々の上に散らされていたのに、集められて一つになったように、汝の教会も地の果てから汝の王国へと集められますように。栄光と力は、イエス・キリストを通して世々にわたって汝のものだからです。」
Didache 9.5
μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ’ οἱ βαπτισθέντες εἰς ὄνομα κυρίου: καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ κύριος: Μὴ δῶτε τὸ ἄγιον τοῖς κυσί.
誰も、諸君のエウカリスティアから食べたり飲んだりしてはならない。主の名において洗礼を受けた者たちのほかは。このことについて、主もこう言われたからである。「聖なるものを犬に与えてはならない。」