作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Didache

Caput XVI 第XVI章

Anonymous · Didache · 8 sectiones

Didache 16.1

1

Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν: οἱ λύχνοι ὑμῶν μὴ σβεσθήτωσαν, καὶ αἱ ὀσφύες ὑμῶν μὴ ἐκλυέσθωσαν, ἀλλὰ γίνεσθε ἕτοιμοι: οὐ γὰρ οἴδατε τὴν ὤραν, ἐν ᾗ ὁ κύριος ἡμῶν ἔρχεται.

諸君の命のために目を覚ましていよ。諸君の灯は消えてはならず、諸君の腰は緩んではならない。むしろ、備えていよ。我々の主が来られる時を、諸君は知らないからである。

Didache 16.2

2

πυκνῶς δὲ συναχθήσεσθε ζητοῦντες τὰ ἀνήκοντα ταῖς ψυχαῖς ὑμῶν: οὐ γὰρ ὠφελήσει ὑμᾶς ὁ πᾶς χρόνος τῆς πίστεως ὑμῶν, ἐὰν μὴ ἐν τῷ ἐσχάτῳ καιρῷ τελειωθῆτε.

たびたび集まり、諸君の魂にふさわしいことを求めよ。もし最後の時に全うされないなら、諸君の信仰のすべての時も、諸君の益とはならないからである。

Didache 16.3

3

ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους, καὶ ἡ ἀγάπη στραφήσεται εἰς μῖσος.

終わりの日々には、偽預言者たちと堕落させる者たちが増え、羊は狼に変わり、愛は憎しみに変わるであろう。

Didache 16.4

4

αὐξανούσης γὰρ τῆς ἀνομίας μισήσουσιν ἀλλήλους καὶ διώξουσι καὶ παραδώσουσι, καὶ τότε φανήσεται ὁ κοσμοπλανὴς ὡς υἱὸς θεοῦ, καὶ ποιήσει σημεῖα καὶ τέρατα, καὶ ἡ γῆ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ, καὶ ποιήσει ἀθέμιτα, ἅ οὐδέποτε γέγονεν ἐξ αἰῶνος.

不法が増し加わるにつれて、彼らは互いに憎み合い、迫害し、引き渡すであろう。そしてその時、世を惑わす者が神の子として現れ、しるしと不思議を行い、地はその手に引き渡され、彼は世々かつて起こったことのない、許されないことを行うであろう。

Didache 16.5

5

τότε ἥξει ἡ κτίσις τῶν ἀνθρώπων εἰς τὴν πύρωσιν τῆς δοκιμασίας, καὶ σκανδαλισθήσονται πολλοὶ καὶ ἀπολοῦνται, οἱ δὲ ὑπομείναντες ἐν τῇ πίστει αὐτῶν σωθήσονται ὑπ’ αὐτοῦ τοῦ καταθέματος.

その時、人という被造物は試練の火に至り、多くの者がつまずいて滅びるであろう。しかし、自らの信仰において耐え忍んだ者たちは、まさにその呪われたものによって救われるであろう。

Didache 16.6

6

καὶ τότε φανήσεται τὰ σημεῖα τῆς ἀληθείας: πρῶτον σημεῖον ἐκπετάσεως ἐν οὐρανῷ, εἶτα σημεῖον φωνῆς σάλπιγγος, καὶ τὸ τρίτον ἀνάστασις νεκρῶν.

そしてその時、真理のしるしが現れるであろう。第一に、天における広がりのしるし。次に、ラッパの声のしるし。そして第三に、死者の復活である。

Didache 16.7

7

οὐ πάντων δέ, ἀλλ’ ὡς ἐρρέθη: Ἥξει ὁ κύριος καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ.

しかし、すべての者の復活ではない。むしろ、こう言われたとおりである。「主が来られる、そしてすべての聖なる者たちが彼と共に。」

Didache 16.8

8

τότε ὄψεται ὁ κόσμος τὸν κύριον ἐρχόμενον ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ.

その時、世は、天の雲の上に来られる主を見るであろう。