作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Didache

Caput XI 第XI章

Anonymous · Didache · 12 sectiones

Didache 11.1

1

Ὃς ἂν οὑν ἐλθὼν διδάξῃ ὑμᾶς ταῦτα πάντα τὰ προειρημένα, δέξασθε αὐτόν:

そこで、来て、先に述べたこれらすべてのことを諸君に教える者があれば、その者を受け入れよ。

Didache 11.2

2

ἐὰν δὲ αὐτὸς ὁ διδάσκων στραφεὶς διδάσκῃ ἄλλην διδαχὴν εἰς τὸ καταλῦσαι, μὴ αὐτοῦ ἀκούσητε: εἰς δὲ τὸ προσθεῖναι δικαιοσύνην καὶ γνῶσιν κυρίου, δέξασθε αὐτὸν ὡς κύριον.

しかし、その教える者自身が背き、これを覆すために別の教えを説くなら、彼の言うことを聞いてはならない。だが、正義と主の知識を増し加えるためであれば、その者を主として受け入れよ。

Didache 11.3

3

Περὶ δὲ τῶν ἀποστόλων καὶ προφητῶν, κατὰ τὸ δόγμα τοῦ εὐαγγελίου οὕτω ποιήσατε.

使徒と預言者たちについては、福音の教説に従って、このようにせよ。

Didache 11.4

4

πᾶς δὲ ἀπόστολος ἐρχόμενος πρὸς ὑμᾶς δεχθήτω ὡς κύριος:

諸君のもとに来るすべての使徒を、主として受け入れよ。

Didache 11.5

5

οὐ μενεῖ δὲ εἰ μὴ ἡμέραν μίαν: ἐὰν δὲ ᾖ χρεία, καὶ τὴν ἄλλην: τρεῖς δὲ ἐὰν μείνῃ, ψευδοπροφήτης ἐστίν.

ただし、一日を超えて留まってはならない。必要があれば、もう一日も留まってよい。三日留まるなら、彼は偽預言者である。

Didache 11.6

6

ἐξερχόμενος δὲ ὁ ἀπόστολος μηδὲν λαμβανέτω εἰ μὴ ἄρτον, ἕως οὖ αὐλισθῇ: ἐὰν δὲ ἀργύριον αἰτῇ, ψευδοπροφήτης ἐστί.

使徒は、出て行くとき、次に宿るところまでのパンのほかは何も受け取ってはならない。もし金銭を求めるなら、彼は偽預言者である。

Didache 11.7

7

Καὶ πάντα προφήτην λαλοῦντα ἐν πνεύματι οὐ πειράσετε οὐδὲ διακρινεῖτε: πᾶσα γὰρ ἁμαρτία ἀφεθήσεται, αὕτη δὲ ἡ ἁμαρτία οὐκ ἀφεθήσεται.

霊において語るすべての預言者を、試してはならず、識別してもならない。あらゆる罪は赦されるが、この罪だけは赦されないからである。

Didache 11.8

8

οὐ πᾶς δὲ ὁ λαλῶν ἐν πνεύματι προφήτης ἐστίν, ἀλλ’ ἐὰν ἔχῃ τοὺς τρόπους κυρίου. ἀπὸ οὖν τῶν τρόπων γνωσθήσεται ὁ ψευδοπροφήτης καὶ ὁ προφήτης.

霊において語る者がみな預言者であるのではなく、主の振る舞いを備えている場合にそうである。それゆえ、振る舞いによって偽預言者と預言者とが知られる。

Didache 11.9

9

καὶ πᾶς προφήτης ὁρίζων τράπεζαν ἐν πνεύματι οὐ φάγεται ἀπ’ αὐτῆς, εἰ δὲ μήγε ψευδοπροφήτης ἐστί.

また、霊において食卓を定めるすべての預言者は、それから食べてはならない。それに反するなら、彼は偽預言者である。

Didache 11.10

10

πᾶς δὲ προφήτης διδάσκων τὴν ἀλήθειαν, εἰ ἃ διδάσκει οὐ ποιεῖ. ψευδοπροφήτης ἐστί.

真理を教えるすべての預言者も、自ら教えることを行わないなら、偽預言者である。

Didache 11.11

11

πᾶς δὲ προφήτης δεδοκιμασμένος, ἀληθινός, ποιῶν εἰς μυστήριον κοσμικὸν ἐκκλησίας, μὴ διδάσκων δὲ ποιεῖν, ὅσα αὐτὸς ποιεῖ, οὐ κριθήσεται ἐφ̓ ὑμῶν: μετὰ θεοῦ γὰρ ἔχει τὴν κρίσιν: ὡσαύτως γὰρ ἐποίησαν καὶ οἱ ἀρχαῖοι προφῆται.

見分けられた真正の預言者が、教会の世的な秘義のために行い、しかし自分の行うことを行えとは教えないとしても、その者は諸君のもとで裁かれてはならない。神とともに裁きを持つからである。昔の預言者たちも同じように行ったのである。

Didache 11.12

12

ὃς δ’ ἂν εἴπῃ ἐν πνεύματι: δός μοι ἀργύρια ἢ ἕτερά τινα, οὐκ ἀκούσεσθε αὐτοῦ: ἐὰν δὲ περὶ ἄλλων ὑστερούντων εἴπῃ δοῦναι, μηδεὶς αὐτὸν κρινέτω.

霊において「私に金銭か、他の何かを与えよ」と言う者があれば、諸君は彼の言うことを聞いてはならない。しかし、乏しい他の者たちのために与えるようにと言うのであれば、誰も彼を裁いてはならない。