Didache 8.1
Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑποκριτῶν. νηστεύουσι γὰρ δευτέρᾳ σαββάτων καὶ πέμπτῃ: ὑμεῖς δὲ νηστεύσατε τετράδα καὶ παρασκευήν.
諸君の断食は、偽善者たちと共にあってはならない。彼らは週の二日目と五日目に断食するからである。諸君は、四日目と備えの日に断食せよ。
Didache 8.2
μηδὲ προσεύχεσθε ὡς οἱ ὑποκριταί, ἀλλ’ ὡς ἐκέλευσεν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ αὐτοῦ, οὕτω προσεύχεσθε: Πάτερ ἡμῶν ὁ ἐν τῷ οὐρανῷ, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς: τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὴν ὀφειλὴν ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ: ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
偽善者たちのように祈ってはならない。むしろ、主がその福音の中で命じられたとおりに、このように祈れ。「天にいます我々の父よ、汝の名が聖とされますように。汝の王国が来ますように。汝の御心が、天におけるように地の上にも行われますように。我々の日ごとのパンを、今日我々に与えたまえ。そして、我々が我々に負い目ある者たちを赦すように、我々の負い目をも赦したまえ。我々を試みに導き入れず、悪しき者から我々を救い出したまえ。力と栄光は世々にわたって汝のものだからです。」