Didache 5.1
ʽΠ δὲ τοῦ θανάτου ὁδός ἐστιν αὕτη: πρῶτον πάντων πονηρά ἐστι καὶ κατάρας μεστή: φόνοι, μοιχεῖαι, ἐπιθυμίαι, πορνεῖαι, κλοπαί, εἰδωλολατρίαι, μαγεῖαι, φαρμακίαι, ἁρπαγαί, ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδία, δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης, ὕψος, ἀλαζονεία.
死の道はこうである。何よりもまず、それは悪しく、呪いに満ちている。すなわち、殺人、姦淫、欲望、淫行、盗み、偶像礼拝、魔術、毒術、強奪、偽証、偽善、二重の心、たばかり、高慢、悪意、強情、強欲、みだらな言葉、妬み、厚かましさ、高ぶり、自慢である。
Didache 5.2
διῶκται ἀγαθῶν, μισοῦντες ἀλήθειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης, οὐ κολλώμενοι ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ, ἀγρυπνοῦντες οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ’ εἰς τὸ πονηρόν ὧν μακρὰν πραΰτης καὶ ὑπομονή, μάταια ἀγαπῶντες, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος θεοῦ, ἀποστρεφόμενοι τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον, πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι: ῥυσθείητε, τέκνα, ἀπὸ τούτωι ἁπάντων.
善きものを迫害する者たち、真理を憎み偽りを愛する者たち、正義の報いを知らない者たち、善きものにも正しい裁きにも結びつかない者たち、善へではなく悪へ向けて目覚めている者たち——彼らから柔和と耐え忍びは遠い——空しいものを愛し、応報を追い求め、貧しい者を憐れまず、虐げられている者のために労せず、自分たちを造られた方を知らない者たち、子らを殺す者たち、神が形づくったものを堕落させる者たち、乏しい者から顔を背け、苦難にある者をなお虐げ、富める者たちの弁護人、貧しい者たちの不法な裁き手、あらゆる罪に満ちた者たちである。子らよ、これらすべてから救い出されよ。